δοὺς γὰρ ἀνοχὰς διμήνους αὐτῷ τὴν μὲν πρεσβείαν τὴν εἰς τὴν Ῥώμην ἐν τούτῳ τῷ χρόνῳ συντελεῖν ἐπέταξε, τὰς δὲ φρουρὰς ἐξάγειν παραχρῆμα τὰς ἐκ τῆς Φωκίδος καὶ Λοκρίδος ἐκέλευσε.διετάξατο δὲ καὶ περὶ τῶν ἰδίων συμμάχων φιλοτίμως, ἵνα κατὰ μηδένα τρόπον μηδὲν εἰς αὐτοὺς ἀδίκημα γίνηται κατὰ τοῦτον τὸν χρόνον ὑπὸ Μακεδόνων.ταῦτα δὲ ποιήσας πρὸς τὸν Φίλιππον ἔγγραπτα, λοιπὸν αὐτὸς ἤδη διʼ αὑτοῦ τὸ προκείμενον ἐπετέλει.καὶ τὸν μὲν Ἀμύνανδρον εἰς τὴν Ῥώμην ἐξέπεμπε παραχρῆμα, γινώσκων αὐτὸν εὐάγωγον μὲν ὄντα καὶ ῥᾳδίως ἐξακολουθήσοντα τοῖς ἐκεῖ φίλοις, ἐφʼ ὁπότερʼ ἂν ἄγωσιν αὐτόν, φαντασίαν δὲ ποιήσοντα καὶ προσδοκίαν διὰ τὸ τῆς βασιλείας ὄνομα.μετὰ δὲ τοῦτον ἐξέπεμπε τοὺς παρʼ αὑτοῦ πρέσβεις, Κόιντόν τε τὸν Φάβιον, ὃς ἦν αὐτῷ τῆς γυναικὸς ἀδελφιδοῦς, καὶ Κόιντον Φολούιον, σὺν δὲ τούτοις Ἄππιον Κλαύδιον ἐπικαλούμενον Νέρωνα.παρὰ δὲ τῶν Αἰτωλῶν ἐπρέσβευον Ἀλέξανδρος Ἴσιος, Δαμόκριτος Καλυδώνιος, Δικαίαρχος Τριχωνιεύς, Πολέμαρχος Ἀρσινοεύς,Λάμιος Ἀμβρακιώτης, Νικόμαχος Ἀκαρνὰν τῶν ἐκ Θουρίου πεφευγότων κατοικούντων δʼ ἐν Ἀμβρακίᾳ, Θεόδοτος Φεραῖος, φυγὰς ἐκ Θετταλίας,κατοικῶν δʼ ἐν Στράτῳ, παρὰ δὲ τῶν Ἀχαιῶν Ξενοφῶν Αἰγιεύς, παρὰ δὲ τοῦ βασιλέως Ἀττάλου μόνος Ἀλέξανδρος, παρὰ δὲ τοῦ δήμου τῶν Ἀθηναίων οἱ περὶ Κηφισόδωρον.οὗτοι δὲ παρεγενήθησαν εἰς τὴν Ῥώμην πρὸ τοῦ τὴν σύγκλητον διαλαβεῖν ὑπὲρ τῶν εἰς τοῦτον τὸν ἐνιαυτὸν καθεσταμένων ὑπάτων, πότερον ἀμφοτέρους εἰς τὴν Γαλατίαν ἢ τὸν ἕτερον αὐτῶν δεήσει πέμπειν ἐπὶ Φίλιππον.πεπεισμένων δὲ τῶν τοῦ Τίτου φίλων μένειν τοὺς ὑπάτους ἀμφοτέρους κατὰ τὴν Ἰταλίαν διὰ τὸν ἀπὸ τῶν Κελτῶν φόβον, εἰσελθόντες εἰς τὴν σύγκλητον πάντες κατηγόρουν ἀποτόμως τοῦ Φιλίππου.τὰ μὲν οὖν ἄλλα παραπλήσια τοῖς καὶ πρὸς αὐτὸν τὸν βασιλέα πρότερον εἰρημένοις ἦν·τοῦτο δʼ ἐπιμελῶς ἐντίκτειν ἐπειρῶντο τῇ συγκλήτῳ πάντες, διότι τῆς Χαλκίδος καὶ τοῦ Κορίνθου καὶ τῆς Δημητριάδος ὑπὸ τῷ Μακεδόνι ταττομένων οὐχ οἷόν τε τοὺς Ἕλληνας ἔννοιαν λαβεῖν ἐλευθερίας.ὃ γὰρ αὐτὸς Φίλιππος εἶπε, τοῦτο καὶ λίαν ἀληθὲς ἔφασαν ὑπάρχειν· ὃς ἔφη τοὺς προειρημένους τόπους εἶναι πέδας Ἑλληνικάς, ὀρθῶς ἀποφαινόμενος.οὔτε γὰρ Πελοποννησίους ἀναπνεῦσαι δυνατὸν ἐν Κορίνθῳ βασιλικῆς φρουρᾶς ἐγκαθημένης, οὔτε Λοκροὺς καὶ Βοιωτοὺς καὶ Φωκέας θαρρῆσαι Φιλίππου Χαλκίδα κατέχοντος καὶ τὴν ἄλλην Εὔβοιαν,οὐδὲ μὴν Θετταλοὺς οὐδὲ Μάγνητας δυνατὸν ἐπαύρασθαι τῆς ἐλευθερίας οὐδέποτε, Δημητριάδα Φιλίππου κατέχοντος καὶ Μακεδόνων.διὸ καὶ τὸ παραχωρεῖν τῶν ἄλλων τόπων τὸν Φίλιππον φαντασίαν εἶναι χάριν τοῦ τὸν παρόντα καιρὸν ἐκφυγεῖν· ᾗ δʼ ἂν ἡμέρᾳ βουληθῇ, ῥᾳδίως πάλιν ὑφʼ αὑτὸν ποιήσεσθαι τοὺς Ἕλληνας, ἐὰν κρατῇ τῶν προειρημένων τόπων.διόπερ ἠξίουν τὴν σύγκλητον ἢ τούτων τῶν πόλεων ἀναγκάσαι τὸν Φίλιππον ἐκχωρεῖν ἢ μένειν ἐπὶ τῶν ὑποκειμένων καὶ πολεμεῖν ἐρρωμένως πρὸς αὐτόν.καὶ γὰρ ἠνύσθαι τὰ μέγιστα τοῦ πολέμου, τῶν τε Μακεδόνων προηττημένων δὶς ἤδη καὶ κατὰ γῆν πλείστων αὐτοῖς χορηγιῶν ἐκδεδαπανημένων.ταῦτα δʼ εἰπόντες παρεκάλουν μήτε τοὺς Ἕλληνας ψεῦσαι τῶν περὶ τῆς ἐλευθερίας ἐλπίδων μήθʼ ἑαυτοὺς ἀποστερῆσαι τῆς καλλίστης ἐπιγραφῆς.οἱ μὲν οὖν παρὰ τῶν Ἑλλήνων πρέσβεις ταῦτα καὶ τούτοις παραπλήσια διελέχθησαν, οἱ δὲ παρὰ τοῦ Φιλίππου παρεσκευάσαντο μὲν ὡς ἐπὶ πλεῖον ποιησόμενοι τοὺς λόγους, ἐν ἀρχαῖς δʼ εὐθέως ἐκωλύθησαν·ἐρωτηθέντες γὰρ εἰ παραχωροῦσι Χαλκίδος καὶ Κορίνθου καὶ Δημητριάδος, ἀπεῖπαν μηδεμίαν ἔχειν περὶ τούτων ἐντολήν.οὗτοι μὲν οὖν ἐπιτμηθέντες οὕτως κατέπαυσαντὸν λόγον. ἡ δὲ σύγκλητος τοὺς μὲν ὑπάτους ἀμφοτέρους εἰς Γαλατίαν ἐξαπέστειλε, καθάπερ ἐπάνω προεῖπα, τὸν δὲ πρὸς τὸν Φίλιππον πόλεμον ἐψηφίσατο κατάμονον εἶναι, δοῦσα τῷ Τίτῳ τὴν ἐπιτροπὴν ὑπὲρ τῶν Ἑλληνικῶν.ταχὺ δὲ τούτων εἰς τὴν Ἑλλάδα διασαφηθέντων ἐγεγόνει τῷ Τίτῳ πάντα κατὰ νοῦν, ἐπὶ βραχὺ μὲν καὶ ταὐτομάτου συνεργήσαντος, τὸ δὲ πολὺ διὰ τῆς αὐτοῦ προνοίας ἁπάντων κεχειρισμένων.πάνυ γὰρ ἀγχίνους, εἰ καί τις ἕτερος Ῥωμαίων, [καὶ] ὁ προειρημένος ἀνὴρ γέγονεν·οὕτως γὰρ εὐστόχως ἐχείριζε καὶ νουνεχῶς οὐ μόνον τὰς κοινὰς ἐπιβολάς, ἀλλὰ καὶ τὰς κατʼ ἰδίαν ἐντεύξεις, ὥσθʼ ὑπερβολὴν μὴ καταλιπεῖν.καίτοι γε [καὶ] νέος ἦν κομιδῇ· πλείω γὰρ τῶν τριάκοντʼ ἐτῶν οὐκ εἶχε· καὶ πρῶτος εἰς τὴν Ἑλλάδα διαβεβήκει μετὰ στρατοπέδων. —ἔμοιγε πολλάκις μὲν καὶ ἐπὶ πολλοῖς θαυμάζειν ἐπέρχεται τῶν ἀνθρωπείων ἁμαρτημάτων, μάλιστα δʼ ἐπὶ τῷ κατὰ τοὺς προδότας.διὸ καὶ βούλομαι τὰ πρέποντα τοῖς καιροῖς διαλεχθῆναι περὶ αὐτῶν.καίτοι γʼ οὐκ ἀγνοῶ διότι δυσθεώρητον ὁ τόπος ἔχει τι καὶ δυσπαράγραφον· τίνα γὰρ ὡς ἀληθῶς προδότην δεῖ νομίζειν, οὐ ῥᾴδιον ἀποφήνασθαι.δῆλον γὰρ ὡς οὔτε τοὺς ἐξ ἀκεραίου συντιθεμένους τῶν ἀνδρῶν πρός τινας βασιλεῖς ἢ δυνάστας κοινωνίαν πραγμάτων εὐθέως προδότας νομιστέον,οὔτε τοὺς κατὰ τὰς περιστάσεις μετατιθέντας τὰς αὑτῶν πατρίδας ἀπό τινων ὑποκειμένων πρὸς ἑτέρας φιλίας καὶ συμμαχίας, οὐδὲ τούτους.