καὶ διότι ταῦτα μὲν οὕτω πράττοντι τὴν εἰρήνην ἄγειν ἐξέσται, μὴ βουλομένῳ δὲ πειθαρχεῖν ἑτοίμως ὑπάρξειν τὸν πρὸς Ῥωμαίους πόλεμον.τοῦ δὲ Φιλίππου βουλομένου διδάσκειν ὅτι Ῥόδιοι τὰς χεῖρας ἐπιβάλοιεν αὐτῷ, μεσολαβήσας ὁ Μάρκος ἤρετο "τί δαὶ Ἀθηναῖοι; τί δαὶ Κιανοί; τί δαὶ νῦν Ἀβυδηνοί; καὶ τούτων τίσ" ἔφη "σοὶ πρότερος ἐπέβαλε τὰς χεῖρας;"ὁ δὲ βασιλεὺς ἐξαπορήσας κατὰ τρεῖς τρόπους ἔφησεν αὐτῷ συγγνώμην ἔχειν ὑπερηφάνως ὁμιλοῦντι, πρῶτον μὲν ὅτι νέος ἐστὶ καὶ πραγμάτων ἄπειρος, δεύτερον ὅτι κάλλιστος ὑπάρχει τῶν καθʼ αὑτὸν — καὶ γὰρ ἦν τοῦτο κατʼ ἀλήθειαν — μάλιστα δʼ ὅτι Ῥωμαῖος."ἐγὼ δὲ μάλιστα μὲν ἀξιῶ Ῥωμαίουσ" ἔφη "μὴ παραβαίνειν τὰς συνθήκας μηδὲ πολεμεῖν ἡμῖν· ἐὰν δὲ καὶ τοῦτο ποιῶσιν, ἀμυνούμεθα γενναίως, παρακαλέσαντες τοὺς θεούσ". οὗτοι μὲν οὖν ταῦτʼ εἰπόντες διεχωρίσθησαν ἀπʼ ἀλλήλων·ὁ δὲ Φίλιππος κυριεύσας τῆς πόλεως, τὴν ὕπαρξιν ἅπασαν καταλαβὼν συνηθροισμένην ὑπὸ τῶν Ἀβυδηνῶν ἐξ ἑτοίμου παρέλαβε.θεωρῶν δὲ τὸ πλῆθος καὶ τὴν ὁρμὴν τῶν σφᾶς αὐτοὺς καὶ τὰ τέκνα καὶ τὰς γυναῖκας ἀποσφαττόντων, κατακαόντων, ἀπαγχόντων, εἰς τὰ φρέατα ῥιπτούντων, κατακρημνιζόντων ἀπὸ τῶν τεγῶν,ἐκπλαγὴς ἦν, καὶ διαλγῶν ἐπὶ τοῖς γινομένοις παρήγγειλε διότι τρεῖς ἡμέρας ἀναστροφὴν δίδωσι τοῖς βουλομένοις ἀπάγχεσθαι καὶ σφάττειν αὑτούς.οἱ δʼ Ἀβυδηνοί, προδιειληφότες ὑπὲρ αὑτῶν κατὰ τὴν ἐξ ἀρχῆς στάσιν, καὶ νομίζοντες οἷον εἰ προδόται γίνεσθαι τῶν ὑπὲρ τῆς πατρίδος ἠγωνισμένων καὶ τεθνεώτων, οὐδαμῶς ὑπέμενον τὸ ζῆν, ὅσοι μὴ δεσμοῖς ἢ τοιαύταις ἀνάγκαις προκατελήφθησαν·οἱ δὲ λοιποὶ πάντες ὥρμων ἀμελλήτως κατὰ συγγενείας ἐπὶ τὸν θάνατον. —ὅτι παρῆσαν μετὰ τὴν ἅλωσιν Ἀβύδου παρὰ τοῦ τῶν Ἀχαιῶν ἔθνους εἰς τὴν Ῥόδον πρεσβευταί, παρακαλοῦντες τὸν δῆμον εἰς τὰς πρὸς τὸν Φίλιππον διαλύσεις.οἷς ἐπελθόντων τῶν ἐκ τῆς Ῥώμης πρεσβευτῶν καὶ διαλεγομένων ὑπὲρ τοῦ μὴ ποιεῖσθαι διαλύσεις πρὸς Φίλιππον ἄνευ Ῥωμαίων, ἔδοξε προσέχειν τῷ δήμῳ τοῖς Ῥωμαίοις καὶ στοχάζεσθαι τῆς τούτων φιλίας. —ὁ δὲ Φιλοποίμην ἐξελογίσατο τὰ διαστήματα τῶν Ἀχαϊκῶν πόλεων ἁπασῶν καὶ ποῖαι δύνανται κατὰ τὰς αὐτὰς ὁδοὺς εἰς τὴν Τεγέαν παραγίνεσθαι. λοιπὸν ἐπιστολὰς ἔγραψε πρὸς πάσας τὰς πόλεις,καὶ ταύτας διέδωκε ταῖς πορρωτάτω πόλεσι, μερίσας οὕτως ὥστε καθʼ ἑκάστην ἔχειν μὴ μόνον τὰς ἑαυτῆς, ἀλλὰ καὶ τὰς τῶν ἄλλων πόλεων, ὅσαι κατὰ τὴν αὐτὴν ὁδὸν ἔπιπτον.ἐγέγραπτο δʼ ἐν ταῖς πρώταις τοῖς ἀποτελείοις τοιαῦτα. "ὅταν κομίσησθε τὴν ἐπιστολήν, παραχρῆμα ποιήσασθε τοὺς ἐν ταῖς ἡλικίαις ἔχοντας τὰ ὅπλα καὶ πένθʼ ἡμερῶν ἐφόδια καὶ πέντʼ ἀργύριον, ἁθροίζεσθαι παραυτίκα πάντας εἰς τὴν ἀγοράν.ἐπειδὰν δὲ συλλεχθῶσιν οἱ παρόντες, ἀναλαβόντες αὐτοὺς ἄγετʼ εἰς τὴν ἑξῆς πόλιν· ὅταν δʼ ἐκεῖ παραγένησθε, τὴν ἐπιστολὴν ἀπόδοτε τὴν ἐπιγεγραμμένην τῷ παρʼ ἐκείνων ἀποτελείῳ καὶ πειθαρχεῖτε τοῖς ἐγγεγραμμένοισ". ἐγγέγραπτο δʼ ἐν ταύτῃ ταὐτὰ τοῖς πρόσθεν, πλὴν διότι τὸ τῆς ἑξῆς κειμένης ὄνομα πόλεως οὐ ταὐτὸν εἶχεν, εἰς ἣν ἔδει προάγειν.τοιούτου δὲ τοῦ χειρισμοῦ γενομένου κατὰ τὸ συνεχές, πρῶτον μὲν οὐδεὶς ἐγίνωσκε πρὸς τίνα πρᾶξιν ἢ πρὸς ποίαν ἐπιβολήν ἐστιν ἡ παρασκευή, εἶτα ποῦ πορεύεται, πλὴν τῆς ἑξῆς πόλεως, οὐδεὶς ἁπλῶς ᾔδει,πάντες δὲ διαποροῦντες καὶ παραλαμβάνοντες ἀλλήλους προῆγον εἰς τοὔμπροσθεν.τῷ δὲ μὴ τὸ ἴσον ἀπέχειν τῆς Τεγέας τὰς πορρωτάτω κειμένας πόλεις οὐχ ἅμα πάσαις ἀπεδόθη τὰ γράμματα ταύταις, ἀλλὰ κατὰ λόγον ἑκάσταις.ἐξ ὧν συνέβη, μήτε τῶν Τεγεατῶν εἰδότων τὸ μέλλον μήτε τῶν παραγινομένων, ἅμα πάντας τοὺς Ἀχαιοὺς καὶ κατὰ πάσας τὰς πύλας εἰς τὴν Τεγέαν εἰσπορεύεσθαι σὺν τοῖς ὅπλοις. ταῦτα δὲ διεστρατήγει καὶ περιεβάλλετο τῇ διανοίᾳ διὰ τὸ πλῆθος τῶν ὠτακουστῶν καὶ κατασκόπων τοῦ τυράννου. κατὰ δὲ τὴν ἡμέραν,ἐν ᾗ συναθροίζεσθαι τὸ πλῆθος ἔμελλε τῶν Ἀχαιῶν εἰς Τεγέαν, ἐξαπέστειλε τοὺς ἐπιλέκτους, ὥστε νυκτερεύσαντας περὶ Σελλασίαν ἅμα τῷ φωτὶ κατὰ τὴν ἐπιοῦσαν ἡμέραν ἐπιτρέχειν τὴν Λακωνικήν.ἐὰν δʼ οἱ μισθοφόροι βοηθήσαντες παρενοχλῶσιν αὐτούς, συνέταξε ποιεῖσθαι τὴν ἀποχώρησιν ἐπὶ τὸν Σκοτίταν καὶ τὰ λοιπὰ πειθαρχεῖν Διδασκαλώνδᾳ τῷ Κρητί· τούτῳ γὰρ ἐπεπιστεύκει καὶ διετέτακτο περὶ τῆς ὅλης ἐπιβολῆς.οὗτοι μὲν οὖν προῆγον εὐθαρσῶς ἐπὶ τὸ συντεταγμένον· ὁ δὲ Φιλοποίμην ἐν ὥρᾳ παραγγείλας δειπνοποιεῖσθαι τοῖς Ἀχαιοῖς ἐξῆγε τὴν δύναμιν ἐκ τῆς Τεγέας, καὶ νυκτοπορήσας ἐνεργῶς περὶ τὴν ἑωθινὴν ἐνεκάθισε τὴν στρατιὰν ἐν τοῖς περὶ τὸν Σκοτίταν προσαγορευομένοις τόποις, ὅς ἐστι μεταξὺ τῆς Τεγέας καὶ τῆς Λακεδαίμονος.οἱ δʼ ἐν τῇ Πελλήνῃ μισθοφόροι κατὰ τὴν ἐπιοῦσαν ἡμέραν ἅμα τῷ σημῆναι τοὺς σκοποὺς τὴν καταδρομὴν τῶν πολεμίων ἐκ χειρὸς ἐβοήθουν, καθάπερ ἔθος ἦν αὐτοῖς, καὶ προσέκειντο τοῖς ὑπεναντίοις.τῶν δʼ Ἀχαιῶν κατὰ τὸ συνταχθὲν ὑποχωρούντων εἵποντο κατόπιν ἐπικείμενοι θρασέως καὶ τετολμηκότως.