τοῦ δὲ ποιεῖν αἷμα καὶ φόνους ἐγένετό τις ἐκ ταὐτομάτου καταρχὴ τοιαύτη.τῶν γὰρ Ἀγαθοκλέους ὑπηρετῶν καὶ κολάκων τις ὄνομα Φίλων ἐξῆλθε κραιπαλῶν εἰς τὸ στάδιον.οὗτος θεωρῶν τὴν ὁρμὴν τῶν ὄχλων εἶπε πρὸς τοὺς παρεστῶτας ὅτι πάλιν αὐτοῖς, καθάπερ καὶ πρῴην, ἐὰν Ἀγαθοκλῆς ἐξέλθῃ, μεταμελήσει.τῶν δʼ ἀκουσάντων οἱ μὲν ἀπελοιδόρουν αὐτόν, οἱ δὲ προώθουν. ἐπιβαλομένου δʼ ἀμύνεσθαι ταχέως οἱ μὲν τὴν χλαμύδα περιέρρηξαν, οἱ δὲ τὰς λόγχας προσερείσαντες ἐξεκέντησαν.ἅμα δὲ τῷ τοῦτον εἰς τὸ μέσον ἑλκυσθῆναι μεθʼ ὕβρεως ἔτι σπαίροντα, καὶ γεύσασθαι τὰ πλήθη φόνου, πάντες ἐκαραδόκουν τὴν τῶν ἄλλων παρουσίαν.μετʼ οὐ πολὺ δὲ παρῆν ἀγόμενος πρῶτος Ἀγαθοκλῆς δέσμιος· ὃν εὐθέως εἰσιόντα προσδραμόντες τινὲς ἄφνω συνεκέντησαν, ἔργον ποιοῦντες οὐκ ἐχθρῶν, ἀλλʼ εὐνοούντων· αἴτιοι γὰρ ἐγένοντο τοῦ μὴ τυχεῖν αὐτὸν τῆς ἁρμοζούσης καταστροφῆς· μετὰ δὲ τοῦτον ἤχθη Νίκων,εἶτʼ Ἀγαθόκλεια γυμνὴ σὺν ταῖς ἀδελφαῖς, ἑξῆς δὲ τούτοις πάντες οἱ συγγενεῖς.ἐπὶ δὲ πᾶσιν ἐκ τοῦ Θεσμοφορείου τὴν Οἰνάνθην ἀποσπάσαντες ἧκον εἰς τὸ στάδιον, ἄγοντες γυμνὴν ἐφʼ ἵππου.παραδοθέντων δὲ πάντων ὁμοῦ τοῖς ὄχλοις, οἱ μὲν ἔδακνον, οἱ δʼ ἐκέντουν, οἱ δὲ τοὺς ὀφθαλμοὺς ἐξέκοπτον· ἀεὶ δὲ τοῦ πεσόντος τὰ μέλη διέσπων, ἕως ὅτου κατελώβησαν πάντας αὐτούς·δεινὴ γάρ τις ἡ περὶ τοὺς θυμοὺς ὠμότης γίνεται τῶν κατὰ τὴν Αἴγυπτον ἀνθρώπων.κατὰ δὲ τὸν καιρὸν τοῦτον σύντροφοι τῆς Ἀρσινόης γεγενημέναι τινὲς παιδίσκαι, πυθόμεναι παραγεγονέναι τὸν Φιλάμμωνα τριταῖον ἀπὸ Κυρήνης τὸν ἐπιστάντα τῷ φόνῳ τῆς βασιλίσσης, ὥρμησαν ἐπὶ τὴν οἰκίαν αὐτοῦ,καὶ βιασάμεναι τὸν μὲν Φιλάμμωνα τύπτουσαι τοῖς λίθοις καὶ τοῖς ξύλοις ἀπέκτειναν, τὸν δʼ υἱὸν ἀπέπνιξαν, ἀντίπαιδα τὴν ἡλικίαν ὄντα, σὺν δὲ τούτοις τὴν γυναῖκα τοῦ Φιλάμμωνος γυμνὴν εἰς τὴν πλατεῖαν ἐξέλκουσαι διέφθειραν.καὶ τὰ μὲν περὶ τὸν Ἀγαθοκλέα καὶ τὴν Ἀγαθόκλειαν καὶ τοὺς τούτων συγγενεῖς τοιοῦτον ἔσχετὸ τέλος. ἐγὼ δʼ οὐκ ἀγνοῶ μὲν τὰς τερατείας καὶ διασκευάς, αἷς κέχρηνται πρὸς ἔκπληξιν τῶν ἀκουόντων ἔνιοι τῶν γεγραφότων τὰς πράξεις ταύτας, πλείω τὸν ἐπιμετροῦντα λόγον διατιθέμενοι τοῦ συνέχοντος τὰ πράγματα καὶ κυρίου,τινὲς μὲν ἐπὶ τὴν τύχην ἀναφέροντες τὰ γεγονότα καὶ τιθέντες ὑπὸ τὴν ὄψιν τὸ ταύτης ἀβέβαιον καὶ δυσφύλακτον, οἱ δὲ τὸ παράδοξον τῶν συμβεβηκότων ὑπὸ λόγον ἄγοντες, πειρώμενοι τοῖς γεγονόσιν αἰτίας καὶ πιθανότητας ὑποτάττειν.οὐ μὴν ἔγωγε προεθέμην τούτῳ χρήσασθαι τῷ χειρισμῷ περὶ τῶν προειρημένων διὰ τὸ μήτε πολεμικὴν τόλμαν καὶ δύναμιν ἐπίσημον γεγονέναι περὶ τὸν Ἀγαθοκλέα μήτε χειρισμὸν πραγμάτων ἐπιτυχῆ καὶ ζηλωτὸν μήτε τὸ τελευταῖον τὴν αὐλικὴν ἀγχίνοιαν καὶ κακοπραγμοσύνην διαφέρουσαν, ἐν ᾗ Σωσίβιος καὶ πλείους ἕτεροι κατεβίωσαν, βασιλεῖς ἐκ βασιλέων μεταχειριζόμενοι, τὰ δʼ ἐναντία τούτοις συμβεβηκέναι περὶ τὸν προειρημένον ἄνδρα.προαγωγῆς μὲν γὰρ ἔτυχε παραδόξου διὰ τὴν τοῦ Φιλοπάτορος ἀδυναμίαν τοῦ βασιλεύειν·τυχὼν δὲ ταύτης καὶ παραλαβὼν εὐφυέστατον καιρὸν μετὰ τὸν ἐκείνου θάνατον πρὸς τὸ συντηρῆσαι τὴν ἐξουσίαν, ἅμα τὰ πράγματα καὶ τὸ ζῆν ἀπέβαλε διὰ τὴν ἰδίαν ἀνανδρίαν καὶ ῥᾳθυμίαν, ἐν πάνυ βραχεῖ χρόνῳ καταγνωσθείς.διόπερ οὐ χρὴ τοῖς τοιούτοις προσάπτειν τὸν ἐπιμετροῦντα λόγον, καθάπερ εἶπα, τῷ δʼ Ἀγαθοκλεῖ καὶ Διονυσίῳ τοῖς Σικελιώταις καί τισιν ἑτέροις τῶν ἐν πράγμασιν ἐπʼ ὀνόματος γεγονότων.ἐκείνων γὰρ ὁ μὲν ἕτερος ἐκ δημοτικῆς καὶ ταπεινῆς ὑποθέσεως ὁρμηθείς, ὁ δʼ Ἀγαθοκλῆς, ὡς ὁ Τίμαιος ἐπισκώπτων φησί, κεραμεὺς ὑπάρχων καὶ καταλιπὼν τὸν τροχὸν καὶ τὸν πηλὸν καὶ τὸν καπνόν, ἧκε νέος ὢν εἰς τὰς Συρακούσας.καὶ τὸ μὲν πρῶτον ἐγενήθησαν ἀμφότεροι κατὰ τοὺς ἰδίους καιροὺς τύραννοι Συρακουσῶν, πόλεως τῆς μέγιστον ἀξίωμα τότε καὶ μέγιστον πλοῦτον περιποιησαμένης,μετὰ δὲ ταῦτα βασιλεῖς ἁπάσης Σικελίας νομισθέντες καί τινων καὶ τῆς Ἰταλίας μερῶν κυριεύσαντες.Ἀγαθοκλῆς δʼ οὐ μόνον καὶ τῶν τῆς Λιβύης ἀπεπείρασεν, ἀλλὰ καὶ τέλος ἐναπέθανε ταῖς ὑπεροχαῖς ταύταις.διὸ καὶ Πόπλιον Σκιπίωνά φασι τὸν πρῶτον καταπολεμήσαντα Καρχηδονίους ἐρωτηθέντα τίνας ὑπολαμβάνει πραγματικωτάτους ἄνδρας γεγονέναι καὶ σὺν νῷ τολμηροτάτους, εἰπεῖν τοὺς περὶ Ἀγαθοκλέα καὶ Διονύσιον τοὺς Σικελιώτας.καὶ περὶ μὲν τῶν τοιούτων ἀνδρῶν εἰς ἐπίστασιν ἄγειν τοὺς ἀναγινώσκοντας, καί που καὶ τῆς τύχης ποιήσασθαι μνήμην, ἔτι δὲ τῶν ἀνθρωπείων πραγμάτων, καὶ καθόλου προστιθέναι τὸν ἐπεκδιδάσκοντα λόγον, ἐπὶ δὲ τῶν προειρημένων ἀνδρῶν οὐδαμῶς ἁρμόζει.διὰ δὴ ταύτας τὰς αἰτίας τὸν μετʼ αὐξήσεως λόγον ἀπεδοκιμάσαμεν ὑπὲρ Ἀγαθοκλέους,οὐχ ἥκιστα δὲ καὶ διὰ τὸ πάσας τὰς ἐκπληκτικὰς περιπετείας μίαν ἔχειν φαντασίαν τὴν πρώτην ἀξίαν ἐπιστάσεως, τὸ δὲ λοιπὸν οὐ μόνον ἀνωφελῆ γίνεσθαι τὴν ἀκρόασιν καὶ θέαν αὐτῶν, ἀλλὰ καὶ μετά τινος ὀχλήσεως ἐπιτελεῖσθαι τὴν ἐνέργειαν τῶν τοιούτων.