οὗτος μὲν οὖν παραχρῆμα συλληφθεὶς ὑπὸ τοῦ Νικοστράτου καὶ παραχθεὶς εἴς τινα μέρη τῆς αὐλῆς ἀποκεχωρηκότα, τὸ μὲν πρῶτον ἐξ ὀρθῆς ἀνεκρίνετο περὶ τῶν προσπεπτωκότων,πρὸς οὐδὲν δὲ τῶν λεγομένων ἀνθομολογούμενος ἐξεδύθη· καὶ τινὲς μὲν τὰ πρὸς τὰς βασάνους ὄργανα διεσκεύαζον, οἱ δὲ τὰς μάστιγας ἔχοντες μετὰ χεῖρας ἀπεδύοντο τὰς χλαμύδας.κατὰ δὲ τὸν καιρὸν τοῦτον προστρέχει τις τῶν ὑπηρετῶν πρὸς τὸν Νικόστρατον, καὶ ψιθυρίσας πρὸς τὴν ἀκοὴν ἅττα δήποτʼ οὖν ἀπηλλάττετο μετὰ σπουδῆς. ὁ δὲ Νικόστρατος ἐκ ποδὸς ἐπηκολούθει τούτῳ,λέγων μὲν οὐδέν, τύπτων δὲ συνεχῶς τὸν μηρόν.περὶ δὲ τὸν Μοιραγένην ἄφατον ἦν καὶ παράλογον τὸ συμβαῖνον.οἱ μὲν γὰρ μόνον οὐ διατεταμένοι τὰς μάστιγας παρέστασαν, οἱ δὲ πρὸ ποδῶν αὐτοῦ τὰ πρὸς ἀνάγκας ὄργανα διεσκεύαζον·τοῦ δὲ Νικοστράτου παραχωρήσαντος ἕστασαν ἀχανεῖς πάντες, ἐμβλέποντες ἀλλήλοις, προσδοκῶντες ἀεί ποτε τὸν προειρημένον ἀνακάμψειν.χρόνου δὲ γινομένου κατὰ βραχὺ διέρρεον οἱ παρεστῶτες, τέλος δʼ ὁ Μοιραγένης ἀπελείφθη. καὶ μετὰ ταῦτα διελθὼν τὴν αὐλὴν ἀνελπίστως παρέπεσε γυμνὸς εἴς τινα σκηνὴν τῶν Μακεδόνων, σύνεγγυς κειμένην τῆς αὐλῆς.καταλαβὼν δὲ κατὰ τύχην ἀριστῶντας καὶ συνηθροισμένους, ἔλεγε τὰ περὶ αὑτὸν συμβεβηκότα καὶ τὸ παράλογον τῆς σωτηρίας.οἱ δὲ τὰ μὲν ἠπίστουν, τὰ δὲ πάλιν ὁρῶντες αὐτὸν γυμνὸν ἠναγκάζοντο πιστεύειν.ἐκ δὲ ταύτης τῆς περιπετείας ὅ τε Μοιραγένης μετὰ δακρύων ἐδεῖτο τῶν Μακεδόνων μὴ μόνον τῆς αὑτοῦ συνεπιλαβέσθαι σωτηρίας, ἀλλὰ καὶ τῆς τοῦ βασιλέως, καὶ μάλιστα τῆς σφῶν αὐτῶν·πρόδηλον γὰρ εἶναι πᾶσι τὸν ὄλεθρον, ἐὰν μὴ συνάψωνται τοῦ καιροῦ, καθʼ ὃν ἀκμάζει τὸ τῶν πολλῶν μῖσος καὶ πᾶς ἕτοιμός ἐστι πρὸς τὴν κατʼ Ἀγαθοκλέους τιμωρίαν.ἀκμάζειν δὲ νῦν μάλιστʼ ἔφη καὶ προσδεῖσθαι τῶν καταρξομένων. οἱ δὲ Μακεδόνες ἀκούσαντες τούτων παροξύνονται, καὶ πέρας ἐπείσθησαν τῷ Μοιραγένει, καὶ πρώτας μὲν εὐθέως ἐπῄεσαν τὰς τῶν Μακεδόνων σκηνάς, μετὰ δὲ ταῦτα τὰς τῶν ἄλλων στρατιωτῶν·εἰσὶ δʼ αὗται συνεχεῖς, πρὸς ἓν μέρος ἀπονενευκυῖαι τῆς πόλεως.οὔσης δὲ τῆς μὲν ὁρμῆς πάλαι προχείρου τῆς τῶν πολλῶν, προσδεομένης δὲ τοῦ προκαλεσομένου μόνον καὶ τολμήσοντος, ἅμα τῷ λαβεῖν ἀρχὴν τὸ πρᾶγμα ταχέως οἷον εἰ πῦρ ἐξέλαμψεν.οὐ γὰρ ἐγενήθησαν ὧραι τέτταρες καὶ πάντα τὰ γένη συμπεφωνήκει καὶ τὰ στρατιωτικὰ καὶ τὰ πολιτικὰ πρὸς τὴν ἐπίθεσιν.συνήργησε γὰρ μεγάλα καὶ ταὐτόματον ἐν τῷ καιρῷ τούτῳ πρὸς τὴν συντέλειαν.ὁ μὲν γὰρ Ἀγαθοκλῆς, ἀνενεχθείσης πρὸς αὐτὸν ἐπιστολῆς καὶ κατασκόπων ἐπαναχθέντων, καὶ τῆς μὲν ἐπιστολῆς γεγραμμένης πρὸς τὰς δυνάμεις παρὰ τοῦ Τληπολέμου καὶ δηλούσης ὅτι παρέσται ταχέως, τῶν δὲ κατασκόπων διασαφούντων ὅτι πάρεστιν,οὕτως ἐξέστη τῶν φρενῶν ὥστʼ ἀφέμενος τοῦ πράττειν τι καὶ διανοεῖσθαι περὶ τῶν προσπεπτωκότων ἀπῆλθε κατὰ τὸν εἰθισμένον καιρὸν εἰς τὸν πότον, κἀκεῖ κατὰ τὴν εἰθισμένην ἀγωγὴν ἐπετέλει τὴν συνουσίαν.ἡ δʼ Οἰνάνθη περικακοῦσα παρῆν εἰς τὸ Θεσμοφορεῖον, ἀνεῳγμένου τοῦ νεὼ διά τινα θυσίαν ἐπέτειον.καὶ τὸ μὲν πρῶτον ἐλιπάρει γονυπετοῦσα καὶ μαγγανεύουσα πρὸς τὰς θεάς, μετὰ δὲ ταῦτα καθίσασα πρὸς τὸν βωμὸν εἶχε τὴν ἡσυχίαν. αἱ μὲν οὖν πολλαὶ τῶν γυναικῶν,ἡδέως ὁρῶσαι τὴν δυσθυμίαν καὶ περικάκησιν αὐτῆς, ἀπεσιώπων· αἱ δὲ τοῦ Πολυκράτους συγγενεῖς καί τινες ἕτεραι τῶν ἐνδόξων, ἀδήλου τῆς περιστάσεως αὐταῖς ἀκμὴν ὑπαρχούσης, προσελθοῦσαι παρεμυθοῦντο τὴν Οἰνάνθην.ἡ δʼ ἀναβοήσασα μεγάλῃ τῇ φωνῇ "μή μοι πρόσιτέ" φησι "θηρία· καλῶς γὰρ ὑμᾶς γινώσκω, διότι καὶ φρονεῖθʼ ἡμῖν ἐναντία καὶ ταῖς θεαῖς εὔχεσθε τὰ δυσχερέστατα καθʼ ἡμῶν.οὐ μὴν ἀλλʼ ἔτι πέποιθα τῶν θεῶν βουλομένων γεύσειν ὑμᾶς τῶν ἰδίων τέκνων". καὶ ταῦτʼ εἰποῦσα ταῖς ῥαβδούχοις ἀνείργειν προσέταξε καὶ παίειν τὰς μὴ πειθαρχούσας.αἱ δʼ ἐπιλαβόμεναι τῆς προφάσεως ταύτης ἀπηλλάττοντο πᾶσαι, τοῖς θεοῖς ἀνίσχουσαι τὰς χεῖρας καὶ καταρώμεναι λαβεῖν αὐτὴν ἐκείνην πεῖραν τούτων, ἃ κατὰ τῶν πέλας ἐπανετείνετο πράξειν.ἤδη δὲ κεκριμένου τοῦ καινοτομεῖν τοῖς ἀνδράσιν, ἐπιγενομένης καθʼ ἑκάστην οἰκίαν καὶ τῆς ἐκ τῶν γυναικῶν ὀργῆς διπλάσιον ἐξεκαύθη τὸ μῖσος.ἅμα δὲ τῷ μεταλαβεῖν τὸ τῆς νυκτὸς πᾶσα πλήρης ἦν ἡ πόλις θορύβου καὶ φώτων καὶ διαδρομῆς·οἱ μὲν γὰρ εἰς τὸ στάδιον ἡθροίζοντο μετὰ κραυγῆς, οἱ δὲ παρεκάλουν ἀλλήλους, οἱ δὲ κατεδύοντο διαδιδράσκοντες εἰς ἀνυπονοήτους οἰκίας καὶ τόπους·ἤδη δὲ τῶν περὶ τὴν αὐλὴν εὐρυχωριῶν καὶ τοῦ σταδίου καὶ τῆς πλατείας πλήρους ὑπαρχούσης ὄχλου παντοδαποῦ καὶ τῆς περὶ τὸ Διονυσιακὸν θέατρον προστασίας,πυθόμενος τὸ συμβαῖνον Ἀγαθοκλῆς ἐξηγέρθη μεθύων, ἄρτι καταλελυκὼς τὸν πότον, καὶ παραλαβὼν τοὺς συγγενεῖς πάντας πλὴν Φίλωνος ἧκε πρὸς τὸν βασιλέα.καὶ βραχέα πρὸς τοῦτον οἰκτισάμενος καὶ λαβόμενος αὐτοῦ τῆς χειρός, ἀνέβαινεν εἰς τὴν σύριγγα τὴν μεταξὺ τοῦ Μαιάνδρου καὶ τῆς παλαίστρας κειμένην καὶ φέρουσαν ἐπὶ τὴν τοῦ θεάτρου πάροδον.