Καλχηδονίων, Κιανῶν, βραχεῖ χρόνῳ πρότερον, πρῶτον μὲν προσηγάγετο τὴν Λυσιμαχέων πόλιν, ἀποσπάσας ἀπὸ τῆς τῶν Αἰτωλῶν συμμαχίας, δευτέραν δὲ τὴν Καλχηδονίων, τρίτην δὲ τὴν Κιανῶν ἐξηνδραποδίσατο, στρατηγοῦ παρʼ Αἰτωλῶν ἐν αὐτῇ διατρίβοντος καὶ προεστῶτος τῶν κοινῶν. Προυσίας δέ,καθὸ μὲν ἡ πρόθεσις αὐτοῦ συντελείας ἔτυχε, περιχαρὴς ἦν, καθὸ δὲ τὰ μὲν ἆθλα τῆς ἐπιβολῆς ἕτερος ἀπέφερεν, αὐτὸς δὲ πόλεως οἰκόπεδον ἔρημον ἐκληρονόμει, δυσχερῶς διέκειτο, ποιεῖν δʼ οὐδὲν οἷός τʼ ἦν. —ὅτι Φίλιππος κατὰ τὸν ἀνάπλουν ἕτερον ἐφʼ ἑτέρῳ παρασπόνδημα μεταχειριζόμενος προσέσχε περὶ μέσον ἡμέρας πρὸς τὴν τῶν Θασίων πόλιν, καὶ ταύτην φιλίαν οὖσαν ἐξηνδραποδίσατο. —Θάσιοι εἶπον πρὸς Μητρόδωρον τὸν Φιλίππου στρατηγὸν παραδοῦναι τὴν πόλιν εἰ διατηρήσοι αὐτοὺς ἀφρουρήτους, ἀφορολογήτους, ἀνεπισταθμεύτους, νόμοις χρῆσθαι τοῖς ἰδίοις. — συγχωρεῖν τὸν βασιλέα Θασίους ἀφρουρήτους,ἀφορολογήτους, ἀνεπισταθμεύτους, νόμοις χρῆσθαι τοῖς ἰδίοις. ἐπισημηναμένων δὲ μετὰ κραυγῆς πάντων τὰ ῥηθέντα παρήγαγον τὸν Φίλιππον εἰς τὴν πόλιν. —ἴσως μὲν γὰρ πάντες οἱ βασιλεῖς κατὰ τὰς πρώτας ἀρχὰς πᾶσι προτείνουσι τὸ τῆς ἐλευθερίας ὄνομα καὶ φίλους προσαγορεύουσι καὶ συμμάχους τοὺς κοινωνήσαντας σφίσι τῶν αὐτῶν ἐλπίδων, καθικόμενοι δὲ τῶν πράξεων παρὰ πόδας οὐ συμμαχικῶς, ἀλλὰ δεσποτικῶς χρῶνται τοῖς πιστεύσασι·διὸ καὶ τοῦ μὲν καλοῦ διαψεύδονται, τοῦ δὲ παραυτὰ συμφέροντος ὡς ἐπίπαν οὐκ ἀποτυγχάνουσι·τὸ δʼ ἐπιβαλλόμενον τοῖς μεγίστοις καὶ περιλαμβάνοντα ταῖς ἐλπίσι τὴν οἰκουμένην καὶ πάσας ἀκμὴν ἀκεραίους ἔχοντα τὰς ἐπιβολὰς εὐθέως ἐν τοῖς ἐλαχίστοις καὶ πρώτοις τῶν ὑποπιπτόντων ἐπικηρύττειν ἅπασι τὴν ἀθεσίαν αὑτοῦ καὶ τὴν ἀβεβαιότητα πῶς οὐκ ἂν δόξειεν ἀλόγιστον εἶναι καὶ μανικόν;ὅτι ἐπεὶ πάσας καθʼ ἕκαστον ἔτος τὰς κατάλληλα πράξεις γενομένας κατὰ τὴν οἰκουμένην ἐξηγούμεθα, δῆλον ὡς ἀναγκαῖόν ἐστι τὸ τέλος ἐπʼ ἐνίων πρότερον ἐκφέρειν τῆς ἀρχῆς, ἐπειδὰν πρότερος ὁ τόπος ὑποπέσῃ κατὰ τὸν τῆς ὅλης ὑποθέσεως μερισμὸν καὶ κατὰ τὴν τῆς διηγήσεως ἔφοδον ὁ τὴν συντέλειαν τῆς πράξεως ἔχων τοῦ τὴν ἀρχὴν καὶ τὴν ἐπιβολὴν περιέχοντος. —ὅτι Σωσίβιος ὁ ψευδεπίτροπος Πτολεμαίου ἐδόκει γεγονέναι σκεῦος ἀγχίνουν καὶ πολυχρόνιον, ἔτι δὲ κακοποιὸν ἐν βασιλείᾳ,καὶ πρώτῳ μὲν ἀρτῦσαι φόνον Λυσιμάχῳ, ὃς ἦν υἱὸς Ἀρσινόης τῆς Λυσιμάχου καὶ Πτολεμαίου, δευτέρῳ δὲ Μάγᾳ τῷ Πτολεμαίου καὶ Βερενίκης τῆς Μάγα, τρίτῃ δὲ Βερενίκῃ τῇ Πτολεμαίου μητρὶ τοῦ Φιλοπάτορος, τετάρτῳ Κλεομένει τῷ Σπαρτιάτῃ, πέμπτῃ θυγατρὶ Βερενίκης Ἀρσινόῃ. —μετὰ δʼ ἡμέρας τρεῖς ἢ τέτταρας ἐν τῷ μεγίστῳ περιστύλῳ τῆς αὐλῆς οἰκοδομήσαντες βῆμα συνεκάλεσαν τοὺς ὑπασπιστὰς καὶ τὴν θεραπείαν, ἅμα δὲ τούτοις τοὺς πεζῶν καὶ τοὺς ἱππέων ἡγεμόνας.ἁθροισθέντων δὲ τούτων ἀναβὰς Ἀγαθοκλῆς καὶ Σωσίβιος ἐπὶ τὸ βῆμα πρῶτον μὲν τὸν τοῦ βασιλέως καὶ τὸν τῆς βασιλίσσης θάνατον ἀνθωμολογήσαντο καὶ τὸ πένθος ἀνέφηναν τοῖς πολλοῖς κατὰ τὸ παρʼ αὐτοῖς ἔθος.μετὰ δὲ ταῦτα διάδημα τῷ παιδὶ περιθέντες ἀνέδειξαν βασιλέα, καὶ διαθήκην τινὰ παρανέγνωσαν πεπλασμένην, ἐν ᾗ γεγραμμένον ἦν ὅτι καταλείπει τοῦ παιδὸς ἐπιτρόπους ὁ βασιλεὺς Ἀγαθοκλέα καὶ Σωσίβιον·καὶ παρεκάλουν τοὺς ἡγεμόνας εὐνοεῖν καὶ διαφυλάττειν τῷ παιδὶ τὴν ἀρχήν· ἐπὶ δὲ τούτοις δύο κάλπιδας ἀργυρᾶς εἰσήνεγκαν, ὡς τῆς μὲν μιᾶς ἐχούσης τὰ τοῦ βασιλέως ὀστᾶ, τῆς δʼ ἑτέρας τὰ τῆς Ἀρσινόης·εἶχε δʼ ἡ μὲν μία κατʼ ἀλήθειαν τὰ τοῦ βασιλέως, ἡ δʼ ἑτέρα πλήρης ἦν ἀρωμάτων. ταῦτα δὲ ποιήσαντες εὐθέως ἐπετέλουν τὴν ἐκφοράν. ἐν ᾧ καιρῷ πᾶσι τὰ κατὰ τὴν Ἀρσινόην συνέβη γενέσθαι δῆλα.τοῦ γὰρ θανάτου φωτισθέντος ὁ τρόπος ἐπεζητεῖτο τῆς ἀπωλείας· οὐκ οὔσης δὲ προφάσεως ἄλλης οὐδεμιᾶς, τῆς ἀληθινῆς φήμης προσπεπτωκυίας, ἀκμὴν δʼ ἀμφισβητουμένης, τὸ κατʼ ἀλήθειαν γεγονὸς ἐν ταῖς ἑκάστων γνώμαις ἐπεσφραγίσθη. διὸ καὶ συνέβη μεγάλην γενέσθαι τὴν σύγχυσιν τῶν ὄχλων.τοῦ μὲν γὰρ βασιλέως οὐθεὶς οὐθένα λόγον ἐποιεῖτο, περὶ δὲ τῆς Ἀρσινόης, ἀνανεούμενοι τινὲς μὲν τὴν ὀρφανίαν αὐτῆς, ἔνιοι δὲ τὴν ἐξ ἀρχῆς ἐν τῷ ζῆν ὕβριν, ἣν ὑπέμεινε, καὶ τὴν αἰκίαν, σὺν δὲ τούτοις τὸ περὶ τὴν τελευτὴν ἀτύχημα, εἰς τοσαύτην παράστασιν ἐνέπιπτον καὶ δυσθυμίαν ὥστε πλήρη γενέσθαι τὴν πόλιν στεναγμοῦ, δακρύων, οἰμωγῆς ἀκαταπαύστου.ταῦτα δʼ ἦν τοῖς ὀρθῶς λογιζομένοις οὐχ οὕτω τῆς πρὸς Ἀρσινόην εὐνοίας τεκμήρια, πολὺ δὲ μᾶλλον τοῦ πρὸς τοὺς περὶ τὸν Ἀγαθοκλέα μίσους·ὁ δὲ προειρημένος, ἐπειδὴ τὰς ὑδρίας εἰς τοὺς βασιλικοὺς οἴκους ἔθηκε, παραγγείλας ἀποθέσθαι τὰ φαιά, πρῶτον μὲν διμήνου τὰς δυνάμεις ὠψωνίασε, πεπεισμένος τὸ παρὰ τοῖς πολλοῖς μῖσος ἀμβλύνειν διὰ τῆς πρὸς τὸ λυσιτελὲς ὁρμῆς αὐτῶν, εἶτʼ ἐπεξώρκισε τὸν ὅρκον ὃν ἦσαν ὀμνύειν εἰθισμένοι κατὰ τὰς ἀναδείξεις τῶν βασιλέων.ἐξαπέστειλε δὲ καὶ Φιλάμμωνα τὸν ἐπιστάντα τῷ τῆς Ἀρσινόης φόνῳ, ποιήσας αὐτὸν Λιβυάρχην τῶν κατὰ Κυρήνην τόπων, τὸ δὲ παιδίον ἐνεχείρισε ταῖς περὶ τὴν Οἰνάνθην καὶ Ἀγαθόκλειαν.