οὗτοι μὲν ταῦτα βουλευσάμενοι διεχωρίσθησαν, οἱ μὲν ἐπὶ τὸν Σόφακα μετὰ τῶν προειρημένων στρατιωτῶν, ὁ δὲ στρατηγὸς ἐπὶ τὰς πόλεις.ὧν αἱ μὲν ἐθελοντὴν προσετίθεντο τοῖς Ῥωμαίοις διὰ τὸν φόβον, ἃς δὲ πολιορκῶν ἐξ ἐφόδου κατὰ κράτος ᾕρει.πάντα δʼ ἦν οἰκεῖα μεταβολῆς τὰ κατὰ τὴν χώραν, ἅτε συνεχῶς [τε] ἐκκείμενα ταῖς κακοπαθείαις καὶ ταῖς εἰσφοραῖς διὰ τὸ πολυχρονίους γεγονέναι τοὺς κατὰ τὴν Ἰβηρίαν πολέμους.ἐν δὲ τῇ Καρχηδόνι μεγάλης καὶ πρότερον ὑπαρχούσης ἀκαταστασίας, ἔτι μείζω τότε συνέβαινε γίνεσθαι τὴν ταραχήν, ὡς ἂν ἐκ δευτέρου τηλικαύτῃ πληγῇ περιπεπτωκότων ἤδη καὶ ἀπειπόντων τὰς ἐν αὑτοῖς ἐλπίδας.οὐ μὴν ἀλλʼ οἱ μὲν ἀνδρωδέστατοι δοκοῦντες εἶναι τῶν συμβούλων ταῖς μὲν ναυσὶν ἐκέλευον ἤδη πλεῖν ἐπὶ τοὺς τὴν Ἰτύκην πολιορκοῦντας, καὶ τήν τε πολιορκίαν πειρᾶσθαι λύειν καὶ ναυμαχεῖν τοῖς ὑπεναντίοις, ἀπαρασκεύοις οὖσι πρὸς τοῦτο τὸ μέρος·ἐπί τε τὸν Ἀννίβαν πέμπειν ἠξίουν καὶ μηδεμίαν ὑπερβολὴν ποιησαμένους ἐξελέγχειν καὶ ταύτην τὴν ἐλπίδα· μεγάλας γὰρ ἀμφοτέραις εἶναι ταῖς ἐπιβολαῖς ἐκ τῶν κατὰ λόγον ἀφορμὰς πρὸς σωτηρίαν.τινὲς δὲ ταύτας μὲν ἔφασαν μηκέτι φέρειν τοὺς καιρούς, τὴν δὲ πόλιν ὀχυροῦν καὶ παρασκευάζεσθαι πρὸς πολιορκίαν· πολλὰς γὰρ δώσειν ἀφορμὰς ταὐτόματον, ἂν ὁμονοῶσιν.ἅμα δὲ βουλεύεσθαι περὶ διαλύσεως καὶ συνθηκῶν παρῄνουν, ἐπὶ τίσι καὶ πῶς ἂν λύσιν ποιήσαιντο τῶν ἐνεστώτων κακῶν.γενομένων δὲ καὶ πλειόνων λόγων περὶ ταῦτα, πάσας ἐκύρωσανἅμα τὰς γνώμας. κριθέντων δὲ τούτων οἱ μὲν εἰς τὴν Ἰταλίαν μέλλοντες πλεῖν εὐθέως ἐκ τοῦ βουλευτηρίου προῆγον ἐπὶ θάλατταν, ὁ δὲ ναύαρχος ἐπὶ τὰς ναῦς· οἱ δὲ λοιποὶ περί τε τῆς κατὰ τὴν πόλιν ἀσφαλείας προενοοῦντο καὶ περὶ τῶν κατὰ μέρος ἐβουλεύοντο συνεχῶς. καὶ [ὁ] Πόπλιος,καταγέμοντος ἤδη τοῦ στρατοπέδου τῆς λείας διὰ τὸ μηδένʼ ἀντιπράττειν, ἀλλὰ πάντας εἴκειν ταῖς ἐπιβολαῖς, ἔκρινε τὸ μὲν τῶν λαφύρων πλεῖον εἰς τὴν ἐξ ἀρχῆς παραπέμψαι παρεμβολήν,αὐτὸς δὲ τὴν στρατείαν ἀναλαβὼν εὔζωνον καταλαβέσθαι τὸν ἐπὶ Τύνητι χάρακα καὶ στρατοπεδεῦσαι τοῖς Καρχηδονίοις ἐν συνόψει· μάλιστα γὰρ οὕτως ἐκφοβήσειν ὑπελάμβανε καὶ καταπλήξειν αὐτούς.οἱ μὲν οὖν Καρχηδόνιοι μετʼ ὀλίγας ἡμέρας τά τε πληρώματα καὶ τὰς σιταρχίας ἑτοίμας ἔχοντες ἐν ταῖς ναυσὶν ἐγίνοντο πρὸς ἀναγωγῇ καὶ τοῖς προκειμένοις· ὁ δὲ Πόπλιος ἧκε πρὸς τὸν Τύνητα, καὶ φυγόντων τὴν ἔφοδον αὐτοῦ τῶν παραφυλαττόντων κατέλαβε τὸν τόπον.ὁ δὲ Τύνης ἀπέχει μὲν τῆς Καρχηδόνος ὡς ἑκατὸν εἴκοσι σταδίους, ἔστι δὲ σύνοπτος σχεδὸν ἐξ ὅλης τῆς πόλεως, διαφέρει δʼ ὀχυρότητι καὶ φυσικῇ καὶ χειροποιήτῳ, καθάπερ καὶ πρότερον ἡμῖν εἴρηται.τῶν δὲ Ῥωμαίων ἄρτι κατεστρατοπεδευκότων ἀνήγοντο ταῖς ναυσὶν οἱ Καρχηδόνιοι, ποιούμενοι τὸν πλοῦν εἰς τὴν Ἰτύκην.ὁ δὲ Πόπλιος ὁρῶν τὸν ἀνάπλουν τῶν ὑπεναντίων, καὶ δεδιὼς μή τι περὶ τὸ σφέτερον αὐτῶν ναυτικὸν συμβῇ, διεταράττετο πάντων ἀνυπονοήτως διακειμένων καὶ ἀπαρασκεύως πρὸς τὸ μέλλον.αὖθις δʼ ἐκ μεταβολῆς ἀναστρατοπεδεύσας ἠπείγετο βοηθήσων τοῖς ἰδίοις πράγμασι.καταλαβὼν δὲ τὰς καταφράκτους ναῦς πρὸς μὲν τὰς ἐξαιρέσεις καὶ προσαγωγὰς τῶν ὀργάνων καὶ καθόλου πρὸς πολιορκίαν εὖ καὶ δεόντως ἐξηρτυμένας, πρὸς δὲ ναυμαχίαν ἥκιστα παρεσκευασμένας, τὸν δὲ τῶν ὑπεναντίων στόλον ἐξ ὅλου τοῦ χειμῶνος πρὸς αὐτὸ τοῦτο κατηρτισμένον,τὸ μὲν ἀντανάγεσθαι καὶ ναυμαχεῖν ἀπογνούς, συνορμίσας δὲ τὰς καταφράκτους νῆας περιέστησε ταύταις τὰς φορτηγοὺς ἐπὶ τρεῖς καὶ τέτταρας τὸ βάθος,κἄπειτα καθελόμενος τοὺς ἱστοὺς καὶ τὰς κεραίας ἔζευξε τούτοις βιαίως πρὸς ἀλλήλας,βραχὺ διάστημα ποιῶν, ὥσθʼ ὑπηρετικοῖς ἐκπλεῖν δύνασθαι καὶ διαπλεῖν.Πολύβιος ἐν τῇ τεσσαρεσκαιδεκάτῃ φησὶν Ἀγαθοκλέους τοῦ Οἰνάνθης υἱοῦ, ἑταίρου δὲ τοῦ Φιλοπάτορος βασιλέως, κόλακα γενέσθαι Φίλωνα. —Πολύβιος δὲ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν ἱστοριῶν Κλεινοῦς φησι τῆς οἰνοχοούσης αὑτῷ Πτολεμαίῳ τῷ Φιλαδέλφῳ εἰκόνας πολλὰς ἀνακεῖσθαι κατὰ τὴν Ἀλεξάνδρειαν μονοχίτωνας καὶ ῥυτὸν ἐχούσας ἐν ταῖς χερσίν.αἱ δὲ κάλλισται τῶν οἰκιῶν, φησίν, οὐ Μυρτίου καὶ Μνησίδος καὶ Ποθεινῆς προσαγορεύονται;καίτοι Μνησὶς μὲν ἦν αὐλητρὶς καὶ Ποθεινή. Μύρτιον δὲ μία τῶν ἀποδεδειγμένων καὶ κοινῶν δεικτηριάδων.τοῦ δὲ Φιλοπάτορος βασιλέως Πτολεμαίου οὐκ Ἀγαθόκλεια ἡ ἑταίρα ἐκράτει ἡ καὶ πᾶσαν ἀνατρέψασα τὴν βασιλείαν; —ἴσως δέ τινες ἐπαπορήσουσι πῶς ἡμεῖς τὰς ἄλλας πράξεις ἁπάσας κατʼ ἐνιαυτὸν γράφοντες τὰς καταλλήλους περὶ μόνων τῶν κατʼ Αἴγυπτον ἐν καιρῷ τῷ νῦν ἐκ πλείονος χρόνου πεποιήμεθα τὴν ἐξήγησιν.ἡμεῖς δὲ τοῦτο πεποιήκαμεν διά τινας τοιαύτας αἰτίας.Πτολεμαῖος ὁ βασιλεύς, περὶ οὗ νῦν ὁ λόγος, ὁ Φιλοπάτωρ, μετὰ τὸ συντελεσθῆναι τὸν περὶ Κοίλην Συρίαν πόλεμον ἀποστὰς πάντων τῶν καλῶν ἐτράπη πρὸς βίον ἄσωτον καὶ τοιοῦτον οἷον ἀρτίως διεληλύθαμεν.ὀψὲ δέ ποτε βιασθεὶς ὑπὸ τῶν πραγμάτων ἐνέπεσεν εἰς τὸν νῦν δεδηλωμένον πόλεμον, ὃς χωρὶς τῆς εἰς ἀλλήλους ὠμότητος καὶ παρανομίας οὔτε παράταξιν οὔτε ναυμαχίαν οὔτε πολιορκίαν οὔθʼ ἕτερον οὐδὲν ἔσχε μνήμης ἄξιον.