καὶ γὰρ πλησίον αὐτὸν εἰς τὴν Ἄββαν ἀποκεχωρηκέναι, συναθροίζειν δὲ τοὺς ἀπὸ τοῦ κινδύνου διαφυγόντας. καὶ δὴ καὶ τέλος αὕτη τῶν γνωμῶν ἐπεκράτησεν. οὗτοι μὲν οὖν τάς τε δυνάμεις ἥθροιζον,ἐκπέμψαντες τὸν Ἀσδρούβαν, καὶ διεπέμψαντο πρὸς τὸν Σόφακα, δεόμενοι σφίσι βοηθεῖν καὶ μένειν ἐπὶ τῶν ὑποκειμένων κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν, ὡς αὐτίκα μάλα τοῦ στρατηγοῦ μετὰ τῶν δυνάμεωνπρὸς αὐτὸν συνάψοντος· ὁ δὲ τῶν Ῥωμαίων στρατηγὸς ἐγίνετο μὲν καὶ περὶ τὴν τῆς Ἰτύκης πολιορκίαν, τὸ δὲ πλεῖον, ἀκούων ἐπιμένειν τὸν Σόφακα καὶ τοὺς Καρχηδονίους πάλιν ἁθροίζειν στρατιάν, ἐξῆγε τὰς δυνάμεις καὶ παρενέβαλλε πρὸ τῆς Ἰτύκης. ἅμα δὲ καὶ νείμας τῶν λαφύρωντοὺς μὲν ἐμπόρους ἐξαπέστειλελυσιτελῶς· καλῆς γὰρ τῆς ὑπὲρ τῶν ὅλων ἐλπίδος ὑπογραφομένης ἐκ τοῦ γεγονότος εὐτυχήματος, ἑτοίμως τὴν παροῦσαν ὠφέλειαν οἱ στρατιῶται παρʼ οὐδὲν ποιούμενοι διετίθεντο τοῖς ἐμπόροις.τῷ δὲ βασιλεῖ τῶν Νομάδων καὶ τοῖς φίλοις τὸ μὲν πρῶτον ἐδόκει κατὰ τὸ συνεχὲς εἰς τὴν οἰκείαν ποιεῖσθαι τὴν ἀναχώρησιν·τῶν δὲ Κελτιβήρων αὐτοῖς ἀπαντησάντων περὶ τὴν Ἄββαν, οἵτινες ἐτύγχανον ὑπὸ τῶν Καρχηδονίων ἐξενολογημένοι, πλείους ὄντες τῶν τετρακισχιλίων, πιστεύοντες ταῖς χερσὶ ταύταις οὕτως ἐπέστησαν καὶ βραχύ τι ταῖς ψυχαῖς ἐθάρρησαν.σὺν δὲ τούτοις ἅμα καὶ τῆς παιδίσκης, ἥτις ἦν θυγάτηρ μὲν Ἀσδρούβου τοῦ στρατηγοῦ, γυνὴ δὲ τοῦ Σόφακος, καθάπερ ἐπάνω. προεῖπον, δεομένης καὶ λιπαρούσης μεῖναι καὶ μὴ καταλιπεῖν ἐν τοιούτοις καιροῖς τοὺς Καρχηδονίους, ἐπείσθη καὶ προσέσχε τοῖς παρακαλουμένοις ὁ Νομάς.οὐ μικρὰ δὲ καὶ τοὺς Καρχηδονίους ἐλπίζειν παρεσκεύασαν οἱ Κελτίβηρες· ἀντὶ μὲν γὰρ τῶν τετρακισχιλίων μυρίους αὑτοὺς ἀπήγγελλον εἶναι, κατὰ δὲ τοὺς κινδύνους ἀνυποστάτους ὑπάρχειν καὶ ταῖς ψυχαῖς καὶ τοῖς καθοπλισμοῖς.ἐκ δὲ ταύτης τῆς φήμης καὶ τῆς χυδαίου καὶ πανδήμου λαλιᾶς μετεωρισθέντες οἱ Καρχηδόνιοι διπλασίως ἐπερρώσθησαν πρὸς τὸ πάλιν ἀντιποιήσασθαι τῶν ὑπαίθρων.καὶ τέλος ἐν ἡμέραις τριάκοντα περὶ τὰ Μεγάλα πεδία καλούμενα βαλόμενοι χάρακα συνεστρατοπέδευον ὁμοῦ τοῖς Νομάσι καὶ τοῖς Κελτίβηρσιν, ὄντες οὐκ ἐλάττους οἱ πάντες τρισμυρίων.ὧν διασαφηθέντων εἰς τὸ τῶν Ῥωμαίων στρατόπεδον εὐθέως ὁ Πόπλιος ἐγίνετο περὶ τὴν ἔξοδον, καὶ συντάξας τοῖς πολιορκοῦσι τὴν Ἰτύκην ἃ δέον ἦν πράττειν καὶ τοῖς κατὰ θάλατταν ἐξώρμησε, τὸ στράτευμα πᾶν ἔχων εὔζωνον.ἀφικόμενος δὲ πεμπταῖος ἐπὶ τὰ Μεγάλα πεδία καὶ συνεγγίσας τοῖς πολεμίοις, τὴν μὲν πρώτην ἡμέραν ἐπί τινος λόφου κατεστρατοπέδευσε, περὶ τριάκοντα σταδίους ἀποσχὼν τῶν πολεμίων,τῇ δʼ ἑξῆς καταβὰς εἰς τὰ πεδία καὶ προθέμενος τοὺς ἱππέας ἐν ἑπτὰ σταδίοις παρενέβαλε.δύο δὲ τὰς κατὰ πόδας ἡμέρας μείναντες καὶ βραχέα διὰ τῶν ἀκροβολισμῶν καταπειράσαντες ἀλλήλων, τῇ τετάρτῃ κατὰ πρόθεσιν ἐξῆγον ἀμφότεροι καὶ παρενέβαλλον τὰς δυνάμεις.ὁ μὲν οὖν Πόπλιος ἁπλῶς κατὰ τὸ παρʼ αὐτοῖς ἔθος ἔθηκε πρῶτον μὲν τὰς τῶν ἁστάτων σημαίας, ἐπὶ δὲ ταύταις τὰς τῶν πριγκίπων, τελευταίας δʼ ἐπέστησε κατόπιν τὰς τῶν τριαρίων·τῶν δʼ ἱππέων τοὺς μὲν Ἰταλικοὺς ἐπὶ τὸ δεξιὸν ἔθηκε, τοὺς δὲ Νομάδας καὶ Μασαννάσαν ἐπὶ τὸ λαιόν.οἱ δὲ περὶ τὸν Σόφακα καὶ τὸν Ἀσδρούβαν τοὺς μὲν Κελτίβηρας μέσους ἔταξαν ἀντίους ταῖς τῶν Ῥωμαίων σπείραις, τοὺς δὲ Νομάδας ἐξ εὐωνύμου, τοὺς δὲ Καρχηδονίους ἐκ τῶν δεξιῶν.ἅμα δὲ τῷ γενέσθαι τὴν πρώτην ἔφοδον εὐθέως οἱ Νομάδες ἐνέκλιναν τοὺς Ἰταλικοὺς ἱππεῖς, οἵ τε Καρχηδόνιοι τοὺς περὶ τὸν Μασαννάσαν, ἅτε πλεονάκις ἤδη προηττημένοι ταῖς ψυχαῖς.οἱ δὲ Κελτίβηρες ἐμάχοντο γενναίως, συστάντες τοῖς Ῥωμαίοις. οὔτε γὰρ φεύγοντες ἐλπίδα σωτηρίας εἶχον διὰ τὴν ἀπειρίαν τῶν τόπων οὔτε ζωγρίᾳ κρατηθέντες διὰ τὴν ἀθεσίαν τὴν εἰς τὸν Πόπλιον·οὐδὲν γὰρ πολέμιον πεπονθότες ὑπʼ αὐτοῦ κατὰ τὰς ἐν Ἰβηρίᾳ πράξεις ἀδίκως ἐφαίνοντο καὶ παρασπόνδως ἥκειν κατὰ Ῥωμαίων συμμαχήσοντες τοῖς Καρχηδονίοις.οὐ μὴν ἀλλʼ ἅμα τῷ κλῖναι τοὺς ἀπὸ τῶν κεράτων ταχέως κυκλωθέντες ὑπὸ τῶν πριγκίπων καὶ τριαρίων αὐτοῦ κατεκόπησαν πάντες πλὴν τελέως ὀλίγων.οἱ μὲν οὖν Κελτίβηρες τοῦτον τὸν τρόπον ἀπώλοντο, μεγάλην [παρʼ ὅλην] παρασχόμενοι χρείαν τοῖς Καρχηδονίοις οὐ μόνον κατὰ τὴν μάχην, ἀλλὰ καὶ κατὰ τὴν φυγήν.εἰ μὴ γὰρ τοῦτʼ ἐμπόδιον ἐγένετο τοῖς Ῥωμαίοις, ἀλλʼ εὐθέως ἐκ ποδὸς ἠκολούθησαν τοῖς φεύγουσι, παντελῶς ἂν ὀλίγοι διέφυγον τῶν ὑπεναντίων.νῦν δὲ περὶ τούτους γενομένης ἐπιστάσεως οἵ τε περὶ τὸν Σόφακα μετὰ τῶν ἱππέων ἀσφαλῶς ἐποιήσαντο τὴν ἀποχώρησιν εἰς τὴν οἰκείαν, οἵ τε περὶ τὸν Ἀσδρούβαν μετὰ τῶν διασῳζομένων εἰς τὴν Καρχηδόνα.ὁ δὲ στρατηγὸς τῶν Ῥωμαίων, ἐπεὶ τὰ σκῦλα καὶ τοὺς αἰχμαλώτους εὐτρεπεῖς ἔθετο, συγκαλέσας τὸ συνέδριον ἐβουλεύετο περὶ τῶν ἑξῆς, τί δέον ἦν ποιεῖν.ἔδοξεν οὖν αὐτοῖς τὸν μὲν στρατηγὸν Πόπλιον καὶ μέρος τι τῆς δυνάμεως μένειν ἐπιπορευόμενον τὰς πόλεις, τὸν δὲ Λαίλιον καὶ τὸν Μασαννάσαν, λαβόντας τούς τε Νομάδας καὶ μέρος τῶν Ῥωμαϊκῶν στρατοπέδων, ἕπεσθαι τοῖς περὶ τὸν Σόφακα καὶ μὴ δοῦναι χρόνον εἰς ἐπίστασιν καὶ παρασκευήν.