παρʼ ᾧ τοιαύτην περιεποιήσατο πίστιν καὶ δύναμιν ὥστε τοῦ καταστραφῆναι τὴν τηλικαύτην βασιλείαν σχεδὸν αἰτιώτατος γεγονέναι. —Διαπιστοῦντες δʼ οἱ πρυτάνεις ἤδη τῷ Φιλίππῳ διὰ τὴν περὶ τὰ Κρητικὰ κακοπραγμοσύνην, καὶ τὸν Ἡρακλείδην ὑπώπτευον ἐγκάθετον εἶναι. — ὁ δʼ εἰσελθὼν ἀπελογίζετο τὰς αἰτίας,διʼ ἃς πεφευγὼς εἴη τὸν Φίλιππον. —πᾶν γὰρ βουληθῆναι τὸν Φίλιππον ἀναδέξασθαι ἢ καταφανῆ γενέσθαι Ῥοδίοις τὴν ἐν τούτοις αὐτοῦ προαίρεσιν. ᾗ καὶ τὸν Ἡρακλείδην ἀπέλυσε τῆς ὑποψίας. —καί μοι δοκεῖ μεγίστην θεὸν τοῖς ἀνθρώποις ἡ φύσις ἀποδεῖξαι τὴν ἀλήθειαν καὶ μεγίστην αὐτῇ προσθεῖναι δύναμιν.πάντων γοῦν αὐτὴν καταγωνιζομένων, ἐνίοτε καὶ πασῶν τῶν πιθανοτήτων μετὰ τοῦ ψεύδους ταττομένων, οὐκ οἶδʼ ὅπως αὐτὴ διʼ αὑτῆς εἰς τὰς ψυχὰς εἰσδύεται τῶν ἀνθρώπων,καὶ ποτὲ μὲν παραχρῆμα δείκνυσι τὴν αὑτῆς δύναμιν, ποτὲ δὲ καὶ πολὺν χρόνον ἐπισκοτισθεῖσα, τέλος αὐτὴ διʼ ἑαυτῆς ἐπικρατεῖ καὶ καταγωνίζεται τὸ ψεῦδος, ὡς συνέβη γενέσθαι περὶ τὸν Ἡρακλείδην τὸν παρὰ τοῦ Φιλίππου τοῦ βασιλέως εἰς Ῥόδον ἀφικόμενον. —ὅτι Δαμοκλῆς ὁ μετὰ Πυθίωνος πεμφθεὶς κατάσκοπος πρὸς Ῥωμαίους ὑπηρετικὸν ἦν σκεῦος εὐφυὲς καὶ πολλὰς ἔχον ἀφορμὰς εἰς πραγμάτων οἰκονομίαν. —ὁ δὲ τῶν Λακεδαιμονίων τύραννος Νάβις, ἔτος ἤδη τρίτον ἔχων τὴν ἀρχήν, ὁλοσχερὲς μὲν οὐδὲν ἐπεβάλλετο πράττειν οὐδὲ τολμᾶν διὰ τὸ πρόσφατον εἶναι τὴν ὑπὸ τῶν Ἀχαιῶν ἧτταν τοῦ Μαχανίδου,καταβολὴν δʼ ἐποιεῖτο καὶ θεμέλιον ὑπεβάλλετο πολυχρονίου καὶ βαρείας τυραννίδος.διέφθειρε γὰρ τοὺς λοιποὺς ἄρδην ἐκ τῆς Σπάρτης, ἐφυγάδευσε δὲ τοὺς κατὰ πλέον πλούτῳ διαφέροντας ἢ δόξῃ προγονικῇ, τὰς δὲ τούτων οὐσίας καὶ γυναῖκας διεδίδου τῶν ἄλλων τοῖς ἐπιφανεστάτοις καὶ τοῖς μισθοφόροις.οὗτοι δʼ ἦσαν ἀνδροφόνοι καὶ παρασχίσται, λωποδύται, τοιχωρύχοι. καθόλου γὰρ τοῦτο τὸ γένος ἡθροίζετο πρὸς αὐτὸν ἐπιμελῶς ἐκ τῆς οἰκουμένης, οἷς ἄβατος ἦν ἡ θρέψασα διʼ ἀσέβειαν καὶ παρανομίαν.ὧν προστάτην [καὶ βασιλέα] αὑτὸν ἀναδείξας, καὶ χρώμενος δορυφόροις καὶ σωματοφύλαξι τούτοις, δῆλον ἔμελλε πολυχρόνιον ἔχειν τὴν ἐπʼ ἀσεβείᾳ φήμην καὶ δυναστείαν.ὅς γε χωρὶς τῶν προειρημένων οὐκ ἐξηρκεῖτο φυγαδεύειν τοὺς πολίτας, ἀλλʼ οὐδὲ τοῖς φεύγουσιν οὐδεὶς τόπος ἦν ἀσφαλὴς οὐδὲ καταφυγὴ βέβαιος.τοὺς μὲν γὰρ ἐν ταῖς ὁδοῖς ἐπαποστέλλων ἀνῄρει, τοὺς δʼ ἐκ τῶν τόπων ἐπανάγοντας ἐφόνευε.τὸ δὲ τελευταῖον ἐν ταῖς πόλεσι τὰς σύνεγγυς οἰκίας, ὅπου τις τυγχάνοι κατοικῶν τῶν φυγάδων, μισθούμενος διʼ ἀνυπονοήτων ἀνθρώπων, εἰς ταύτας εἰσέπεμπε Κρῆτας, οἵτινες ῥήγματα ποιοῦντες ἐν τοῖς τοίχοις καὶ διὰ τῶν ὑπαρχουσῶν θυρίδων τοξεύοντες τοὺς μὲν ἑστῶτας τῶν φυγάδων, τοὺς δʼ ἀνακειμένους ἐν ταῖς ἰδίαις οἰκίαις διέφθειρον,ὥστε μήτε τόπον εἶναι μηδένα φύξιμον μήτε καιρὸν ἀσφαλῆ τοῖς ταλαιπώροις Λακεδαιμονίοις.καὶ δὴ τῷ τοιούτῳτρόπῳ τοὺς μὲν πλείστους αὐτῶν ἠφάνισε. κατεσκευάσατο δὲ καί τινα μηχανήν, εἰ μηχανὴν ταύτην χρὴ λέγειν.ἦν γὰρ εἴδωλον γυναικεῖον, πολυτελέσιν ἱματίοις ἠμφιεσμένον, κατὰ δὲ τὴν μορφὴν εἰς ὁμοιότητα τῇ τοῦ Νάβιδος γυναικὶ διαφόρως ἀπειργασμένον.ὁπότε δέ τινας τῶν πολιτικῶν ἀνακαλέσαιτο, βουλόμενος εἰσπρᾶξαι χρήματα, τὰς μὲν ἀρχὰς διετίθετο λόγους πλείονας καὶ φιλανθρώπους,ὑποδεικνύων μὲν τὸν ὑπὸ τῶν Ἀχαιῶν ἐπικρεμάμενον τῇ χώρᾳ καὶ τῇ πόλει φόβον, διασαφῶν δὲ τὸ πλῆθος τῶν μισθοφόρων τὸ τρεφόμενον τῆς ἐκείνων ἀσφαλείας χάριν, ἔτι δὲ τὰς εἰς τοὺς θεοὺς καὶ τὰς κοινὰς τῆς πόλεως δαπάνας.εἰ μὲν οὖν ἐντρέποιντο διὰ τῶν τοιούτων λόγων, εἶχεν ἀποχρώντως αὐτῷ πρὸς τὸ προκείμενον·εἰ δέ τινες ἐξαρνούμενοι διωθοῖντο τὴν ἐπιταγήν, ἐπεφθέγγετο λόγον τοιοῦτον "3ἴσως ἐγὼ μὲν οὐ δύναμαί σε πείθειν, Ἀπῆγαν μέντοι ταύτην δοκῶ σε πείσειν"3 τοῦτο δʼ ἦν ὄνομα τῇ γυναικὶ τοῦ Νάβιδος.καὶ τοῦτʼ ἔλεγε, καὶ παρῆν ὃ μικρῷ πρότερον ἔλεγον εἴδωλον.καὶ δεξιωσάμενος, ἐπειδὰν ἐκ τῆς καθέδρας ἀνέστησε τὴν γυναῖκα καὶ περιέπτυξε ταῖς χερσί, προσήγετο κατὰ βραχὺ πρὸς τὰ στέρνα.τοὺς δὲ πήχεις εἶχε καὶ τὰς χεῖρας πλήρεις σιδηρῶν γόμφων ὑπὸ τοῖς ἱματίοις, ὁμοίως καὶ κατὰ τοὺς μαστούς.ὅταν προσήρεισε ταῖς χερσὶ πρὸς τὰ νῶτα τῆς γυναικός, κἄπειτα διὰ τῶν ὀργάνων ἑλκόμενον ἐπέτεινε καὶ προσῆγε πρὸς τοὺς μαστοὺς κατʼ ἐλάχιστον, πᾶσαν ἠνάγκαζε φωνὴν προΐεσθαι τὸν πιεζόμενον.καὶ πολλοὺς δή τινας τῷ τοιούτῳ τρόπῳ διέφθειρε τῶν ἐξαρνουμένων.καὶ τὰ λοιπὰ δʼ ἦν τούτοις ὅμοια καὶ σύστοιχα κατὰ τὴν ἀρχήν.ἐκοινώνει μὲν γὰρ τοῖς Κρησὶ τῶν κατὰ θάλατταν λῃστειῶν· εἶχε δὲ καθʼ ὅλην τὴν Πελοπόννησον ἱεροσύλους, ὁδοιδόκους, φονέας, οἷς μερίτης γινόμενος τῶν ἐκ τῆς ῥᾳδιουργίας λυσιτελῶν ὁρμητήριον καὶ καταφυγὴν παρείχετο τούτοις τὴν Σπάρτην.πλὴν κατά γε τοὺς καιροὺς τούτους ξένοι τῶν ἀπὸ τῆς Βοιωτίας εἰς τὴν Λακεδαίμονα παρεπιδημήσαντες ἐψυχαγώγησάν τινα τῶν τοῦ Νάβιδος ἱπποκόμων ὥστε συναποχωρῆσαι μεθʼ ἑαυτῶν ἔχοντα λευκὸν ἵππον, ὃς ἐδόκει γενναιότατος εἶναι τῶν ἐκ τῆς τυραννικῆς ἱπποστάσεως.