λοιπὸν οὔτʼ ἐμπείρως ὑπὸ τῶν βυβλιακῶν οὔτʼ ἐμφαντικῶς οὐδενὸς γραφομένου συμβαίνει τὴν πραγματείαν ἄπρακτον γίνεσθαι τοῖς ἐντυγχάνουσιν· εἰ γὰρ ἐκ τῆς ἱστορίας ἐξέλοι τις τὸ δυνάμενον ὠφελεῖν ἡμᾶς, τὸ λοιπὸν αὐτῆς ἄζηλον καὶ ἀνωφελὲς γίνεται παντελῶς.ἔτι δὲ περὶ τῶν πόλεων καὶ τόπων ὅταν ἐπιβάλωνται γράφειν τὰ κατὰ μέρος, ὄντες ἀτριβεῖς τῆς τοιαύτης ἐμπειρίας, δῆλον ὡς ἀνάγκη συμβαίνειν τὸ παραπλήσιον, καὶ πολλὰ μὲν ἀξιόλογα παραλείπειν, περὶ πολλῶν δὲ ποιεῖσθαι πολὺν λόγον οὐκ ἀξίων ὄντων· ὃ δὴ συμβαίνει μάλιστα Τιμαίῳ διὰ τὴν ἀορασίαν.—ὅτι Τίμαιός φησιν ἐν τῇ τριακοστῇ καὶ τετάρτῃ βύβλῳ "3πεντήκοντα συνεχῶς ἔτη διατρίψας Ἀθήνησι ξενιτεύων καὶ πάσης ὁμολογουμένως ἄπειρος [ἐγένετο] πολεμικῆς χρείας, ἔτι δὲ καὶ τῆς τῶν τόπων θέασ"3. λοιπὸν ὅταν εἴς τι τῶν μερῶν τούτων ἐμπέσῃ κατὰ τὴν ἱστορίαν, πολλὰ μὲν ἀγνοεῖ καὶ ψεύδεται· κἄν ποτε δὲ τῆς ἀληθείας ἐπιψαύσῃ, παραπλήσιός ἐστι τοῖς ζωγράφοις τοῖς ἀπὸ τῶν ἀνασεσαγμένων θυλάκων ποιουμένοις τὰς ὑπογραφάς·καὶ γὰρ ἐπʼ ἐκείνων ἡ μὲν ἐκτὸς ἐνίοτε γραμμὴ σῴζεται, τὸ δὲ τῆς ἐμφάσεως καὶ τῆς ἐνεργείας τῶν ἀληθινῶν ζῴων ἄπεστιν, ὅπερ ἴδιον ὑπάρχει τῆς ζωγραφικῆς τέχνης. τὸ δʼ αὐτὸ συμβαίνει καὶ περὶ Τίμαιον καὶ καθόλου τοὺς ἀπὸ ταύτης τῆς βυβλιακῆς ἕξεως ὁρμωμένους·ἡ γὰρ ἔμφασις τῶν πραγμάτων αὐτοῖς ἄπεστι διὰ τὸ μόνον ἐκ τῆς αὐτοπαθείας τοῦτο γίνεσθαι τῆς τῶν συγγραφέων· ὅθεν οὐκ ἐντίκτουσιν ἀληθινοὺς ζήλους τοῖς ἀκούουσιν οἱ μὴ διʼ αὐτῶν πεπορευμένοι τῶν πραγμάτων.ᾗ καὶ τοιαύτας ᾤοντο δεῖν ἐν τοῖς ὑπομνήμασιν ὑπάρχειν ἐμφάσεις οἱ πρὸ ἡμῶν ὥσθʼ, ὅτε μὲν ὑπὲρ πολιτικῶν ὁ λόγος εἴη πραγμάτων, ἐπιφθέγγεσθαι διότι κατʼ ἀνάγκην ὁ γράφων πεπολίτευται καὶ πεῖραν ἔσχηκε τῶν ἐν τούτῳ τῷ μέρει συμβαινόντων, ὅτε δὲ περὶ πολεμικῶν, ὅτι πάλιν ἐστράτευκε καὶ κεκινδύνευκε, καὶ μὴν ὅτε περὶ βιωτικῶν, ὅτι τέτραφε τέκνα καὶ μετὰ γυναικὸς ἔζηκε. τὸ δὲ παραπλήσιον καὶ περὶ τῶν ἄλλων τοῦ βίου μερῶν·ὃ παρὰ μόνοις εἰκὸς εὑρίσκεσθαι τῶν συγγραφέων τοῖς διʼ αὐτῶν πεπορευμένοις τῶν πραγμάτων καὶ τοῦτο τὸ μέρος περιπεποιημένοις τῆς ἱστορίας. πάντων μὲν οὖν οἷον αὐτουργὸν γενέσθαι καὶ δράστην δυσχερὲς ἴσως, τῶν μέντοι μεγίστων καὶ κοινοτάτων ἀναγκαῖον.ὅτι δὲ τὸ λεγόμενον οὐκ ἀδύνατον, ἱκανὸν ὑπόδειγμα πρὸς πίστιν ὁ ποιητής, παρʼ ᾧ πολὺ τὸ τῆς τοιαύτης ἐμφάσεως ἴδοι τις ἂν ὑπάρχον.ἐξ ὧν πᾶς ἂν εἰκότως συγκατάθοιτο τρίτον εἶναι μέρος τῆς ἱστορίας καὶ τρίτην ἔχειν τάξιν τὴν ἐκ τῶν ὑπομνημάτων πολυπραγμοσύνην.ὡς δʼ ἀληθές ἐστι τὸ νυνὶ λεγόμενον καὶ ἐκφανέστατον γένοιτʼ ἂν ἐπί τε τῶν συμβουλευτικῶν καὶ παρακλητικῶν, ἔτι δὲ πρεσβευτικῶν λόγων, οἷς κέχρηται Τίμαιος.ὀλίγοι μὲν γὰρ καιροὶ πάντας ἐπιδέχονται διαθέσθαι τοὺς ἐνόντας λόγους, οἱ δὲ πλεῖστοι βραχεῖς [καί] τινας τῶν ὑπόντων, καὶ τούτων τινὰς μὲν οἱ νῦν, ἄλλους δʼ οἱ προγεγονότες, καὶ τινὰς μὲν Αἰτωλοὶ προσίενται, τινὰς δὲ Πελοποννήσιοι, τινὰς δʼ Ἀθηναῖοι.καὶ τὸ μὲν ματαίως καὶ ἀκαίρως [καὶ] πρὸς πάντα πάντας διεξιέναι τοὺς ἐνόντας λόγους, ὃ ποιεῖ Τίμαιος πρὸς πᾶσαν ὑπόθεσιν εὑρεσιλογῶν, τελέως ἀνάληθες καὶ μειρακιῶδες καὶ διατριβικόν — ἅμα καὶ πολλοῖς ἀποτυχίας αἴτιον ἤδη τοῦτο γέγονε καὶ καταφρονήσεως — τὸ δὲ τοὺς ἁρμόζοντας καὶ καιρίους ἀεὶ λαμβάνειν, τοῦτʼ ἀναγκαῖον.ἀστάτου δὲ τῆς χρείας οὔσης καὶ πόσοις καὶ ποίοις τῶν ἐνόντων χρηστέον, ἀλλοιοτέρου τινὸς δεῖ ζήλου καὶ παραγγέλματος, εἰ μέλλομεν μὴ βλάπτειν, ἀλλʼ ὠφελεῖν τοὺς ἀναγινώσκοντας.ἔστι μὲν οὖν ὁ καιρὸς ἐν πᾶσι δυσπαράγγελτος, οὐ μὴν ἀδύνατος εἰς ὑπόνοιαν ἀχθῆναι διὰ τῶν ἐκ τῆς αὐτοπαθείας καὶ τριβῆς θεωρημάτων· ἐπὶ δὲ τοῦ παρόντος μάλιστʼ ἂν ὑπονοηθείη τὸ λεγόμενον ἐκ τούτων.εἰ γὰρ οἱ συγγραφεῖς ὑποδείξαντες τοὺς καιροὺς καὶ τὰς ὁρμὰς καὶ διαθέσεις τῶν βουλευομένων, κἄπειτα τοὺς κατʼ ἀλήθειαν ῥηθέντας λόγους ἐκθέντες διασαφήσαιεν ἡμῖν τὰς αἰτίας, διʼ ἃς ἢ κατευστοχῆσαι συνέβη τοὺς εἰπόντας ἢ διαπεσεῖν, γένοιτʼ ἄν τις ἔννοια τοῦ πράγματος ἀληθινή, καὶ δυναίμεθʼ ἂν ἅμα μὲν διακρίνοντες, ἅμα δὲ μεταφέροντες ἐπὶ τὰ παραπλήσια κατευστοχεῖν ἀεὶ τῶν προκειμένων.ἀλλʼ ἔστιν, οἶμαι, τὸ μὲν αἰτιολογεῖν δυσχερές, τὸ δὲ ῥησικοπεῖν ἐν τοῖς βυβλίοις ῥᾴδιον, καὶ τὸ μὲν ὀλίγα καιρίως εἰπεῖν καὶ τούτου παραγγελίαν εὑρεῖν ὀλίγοις ἐφικτόν, τὸ δὲ πολλὰ διαθέσθαι καὶ ματαίως τῶν ἐν μέσῳ κειμένων καὶ κοινόν.ἵνα δὲ καὶ περὶ ταῦτα βεβαιωσώμεθα τὴν ἀπόφασιν τὴν ὑπὲρ Τιμαίου, καθάπερ καὶ τὴν ὑπὲρ τῆς ἀγνοίας, ἔτι δὲ τῆς ἑκουσίου ψευδογραφίας, βραχέα προοισόμεθα τῶν ὁμολογουμένων αὐτοῦ λόγων ἐπʼ ὀνόματος.— ὅτι τῶν δεδυναστευκότων ἐν Σικελίᾳ μετὰ Γέλωνα τὸν ἀρχαῖον πραγματικωτάτους ἄνδρας παρειλήφαμεν Ἑρμοκράτην, Τιμολέοντα, Πύρρον τὸν Ἠπειρώτην, οἷς ἥκιστʼ ἂν δέοι περιάπτειν μειρακιώδεις καὶ διατριβικοὺς λόγους.ὁ δέ φησιν ἐν τῇ μιᾷ καὶ εἰκοστῇ βύβλῳ, καθʼ ὃν καιρὸν Εὐρυμέδων παραγενόμενος εἰς Σικελίαν παρεκάλει τὰς πόλεις εἰς τὸν κατὰ τῶν Συρακοσίων πόλεμον, τότε τοὺς Γελῴους κάμνοντας τῷ πολέμῳ διαπέμψασθαι πρὸς τοὺς Καμαριναίους ὑπὲρ ἀνοχῶν·