τὰς συνθήκας ἐφʼ ᾧ τὰ μὲν σώματα καὶ τἄπιπλα Ῥωμαίων ὑπάρχειν, τὰς δὲ πόλεις καὶ τὴν χώραν Αἰτωλῶν.καὶ κυριεύσαντες μὲν αὐτοὶ πόλεως οὔτʼ ἂν ὑβρίζειν ὑπομείναιτε τοὺς ἐλευθέρους οὔτʼ ἐμπιπράναι τὰς πόλεις, νομίζοντες ὠμὸν εἶναι τὸ τοιοῦτο καὶ βαρβαρικόν·συνθήκας δὲ πεποίησθε τοιαύτας, διʼ ὧν ἅπαντας τοὺς ἄλλους Ἕλληνας ἐκδότους δεδώκατε τοῖς βαρβάροις εἰς τὰς αἰσχίστας ὕβρεις καὶ παρανομίας.καὶ ταῦτα πρότερον μὲν ἠγνοεῖτο· νυνὶ δὲ διὰ τῆς Ὠρειτῶν καὶ τῶν ταλαιπώρων Αἰγινητῶν ἅπασι γεγόνατε καταφανεῖς, τῆς τύχης ὥσπερ ἐπίτηδες ἐπὶ τὴν ἐξώστραν ἀναβιβαζούσης τὴν ὑμετέραν ἄγνοιαν.ἡ μὲν οὖν ἀρχὴ τοῦ πολέμου καὶ τὰ νῦν ἤδη συμβαίνοντα τοιαῦτʼ ἐστί· τὸ δὲ τέλος, ἂν ὅλως πάντα κατὰ νοῦν ὑμῖν χωρήσῃ, ποῖόν τι δεῖ προσδοκᾶν; ἆρʼ οὐ κακῶν ἀρχὴν μεγάλων ἅπασι τοῖς Ἕλλησιν; ὅτι γάρ, ἂν Ῥωμαῖοι τὸν ἐν Ἰταλίᾳ πόλεμον ἀποτρίψωνται — τοῦτο δʼ ἐστὶν ἐν ὀλίγῳ, συγκεκλειμένου τῆς Βρεττίας εἰς πάνυ βραχεῖς τόπους Ἀννίβου —λοιπὸν ὅτι πάσῃ τῇ δυνάμει τὴν ὁρμὴν ἐπὶ τοὺς κατὰ τὴν Ἑλλάδα τόπους ποιήσονται, λόγῳ μὲν Αἰτωλοῖς βοηθήσοντες κατὰ Φιλίππου, τῇ δʼ ἀληθείᾳ πᾶσαν ὑφʼ ἑαυτοὺς ποιησόμενοι, καὶ λίαν ὑπολαμβάνω τοῦτʼ εἶναι καταφανές.ἐάν τε καλῶς προθῶνται ποιεῖν Ῥωμαῖοι κυριεύσαντες, ἐκείνων ἔσεσθαι καὶ τὴν χάριν καὶ τὴν ἐπιγραφήν, ἐάν τε κακῶς, τῶν αὐτῶν ὑπάρξειν καὶ τὰς ὠφελείας ἐκ τῶν ἀπολλυμένων καὶ τὴν ἐξουσίαντῶν σῳζομένων. ὑμεῖς δὲ τότε τοὺς θεοὺς ἐπικαλέσεσθε μάρτυρας, ὅταν μήτε τῶν θεῶν βούληται μήτε τῶν ἀνθρώπων ἔτι δύνηται βοηθεῖν ὑμῖν μηδείς. ἴσως μὲν οὖν ἐξ ἀρχῆς ἔδει πάντα προορᾶσθαι·τοῦτο γὰρ ἦν ὑμῖν πρέπον·ἐπειδὴ δὲ πολλὰ διαφεύγει τῶν μελλόντων τὴν ἀνθρωπίνην πρόνοιαν, νῦν γε δέον ἂν εἴη, διὰ τούτων τῶν πραγμάτων συνεωρακότας τὸ συμβαῖνον, βέλτιον βουλεύεσθαι περὶ τοῦ μέλλοντος.οὐ μὴν ἀλλʼ ἡμεῖς γε κατὰ τὸ παρὸν οὐδὲν ἀπολελοίπαμεν τῶν ἁρμοζόντων ἢ λέγειν ἢ πράττειν τοῖς ἀληθινοῖς φίλοις, καὶ περὶ τοῦ μέλλοντος τὸ δοκοῦν μετὰ παρρησίας εἰρήκαμεν·ὑμᾶς δʼ ἀξιοῦμεν καὶ παρακαλοῦμεν μήθʼ αὑτοῖς φθονῆσαι μήτε τοῖς ἄλλοις Ἕλλησι τῆς ἐλευθερίας καὶ τῆς σωτηρίας."τούτου δὲ ποιήσαντος διατροπήν τινα τοῖς πολλοῖς, ὡς ἐδόκει, μετὰ τοῦτον εἰσῆλθον οἱ παρὰ τοῦ Φιλίππου πρέσβεις, οἳ τοὺς μὲν κατὰ μέρος λόγους ὑπερέθεντο, δύο δʼ ἔφασαν ἥκειν ἔχοντες ἐντολάς,αἱρουμένων μὲν τῶν Αἰτωλῶν τὴν εἰρήνην ἑτοίμως δέχεσθαι τοὺς θεοὺς καὶ τοὺς πρεσβευτὰς τοὺς παρόντας ἀπὸ τῆς Ἑλλάδος ἐπιμαρτυραμένους χωρίζεσθαι διότι τῶν μετὰ ταῦτα συμβησομένων τοῖς Ἕλλησιν Αἰτωλούς, ἀλλʼ οὐ Φίλιππον αἴτιον δεήσει νομίζειν. —καὶ πολλὰ μὲν αὑτὸν κατοιμώξας ὅτι παρὰ μικρὸν ἔλθοι τοῦ λαβεῖν τὸν Ἄτταλον ὑποχείριον. —ὅτι Φίλιππος πορευθεὶς ἐπὶ τὴν Τριχωνίδα λίμνην καὶ παραγενόμενος εἰς τὸν Θέρμον, ἔνθʼ ἦν ἱερὸν Ἀπόλλωνος, ὅσα πρότερον ἀπέλιπε τῶν ἀναθημάτων, τότε πάλιν ἅπαντα διελωβήσατο, κακῶς μὲν πρὸ τοῦ, κακῶς δὲ τότε χρώμενος τῷ θυμῷ·τὸ γὰρ τοῖς ἀνθρώποις ὀργιζόμενον εἰς τὸ θεῖον ἀσεβεῖν τῆς πάσης ἀλογιστίας ἐστὶ σημεῖον. — Ἐλλόπιον, πόλις Αἰτωλίας.Πολύβιος ια#. Φύταιον, πόλις Αἰτωλίας.Πολύβιος ἑνδεκάτῳ.ὅτι τριῶν ὄντων τρόπων, καθʼ οὓς ἐφίενται πάντες στρατηγίας οἱ κατὰ λόγον αὐτῇ προσιόντες, πρώτου. μὲν διὰ τῶν ὑπομνημάτων καὶ τῆς ἐκ τούτων κατασκευῆς,ἑτέρου δὲ τοῦ μεθοδικοῦ καὶ τῆς παρὰ τῶν ἐμπείρων ἀνδρῶν παραδόσεως, τρίτου δὲ τοῦ διὰ τῆς ἐπʼ αὐτῶν τῶν πραγμάτων ἕξεως καὶ τριβῆς,πάντων ἦσαν τούτων ἀνεννόητοι οἱ τῶν Ἀχαιῶν στρατηγοὶ ἁπλῶς. —τοῖς γὰρ πλείστοις ὑπεγεγόνει τις ζῆλος οὐκ εὐτυχὴς ἐκ τῆς τῶν ἄλλων ἀλαζονείας καὶ τῆς ἀκαιρίας·ἐσπούδαζον γὰρ τὰς ἀκολουθίας καὶ τὰς ἐσθῆτας διαφερόντως, καί τις ἦν περὶ τοὺς πλείστους καλλωπισμός, ὑπερέχων τὴν ἐκ τοῦ βίου χορηγίαν. ὅπλων δʼ οὐδὲ τὸν ἐλάχιστον ἐποιοῦντο λόγον.—οἱ γὰρ πολλοὶ τὰ μὲν ἔργα τῶν εὐτυχούντων οὐδὲ πειρῶνται μιμεῖσθαι, τὰ δὲ πάρεργα ζηλοῦντες μετὰ βλάβης ἐκθεατρίζουσι τὴν ἑαυτῶν ἀκρισίαν. —μεγάλα μὲν γὰρ ἔφη τὴν λαμπρότητα συμβάλλεσθαι πρὸς ἔκπληξιν τῶν ὑπεναντίων, πολλὰ δὲ συνεργεῖν τὴν ἐκ τῆς ἐπισκευῆς ἁρμογὴν τῶν ὅπλων εἰς τὴν χρείαν.γίνεσθαι δʼ ἂν μάλιστα τὸ δέον, εἰ τὴν μὲν ἐπιμέλειαν, ἣν νῦν ποιοῦνται περὶ τὸν ἱματισμόν, ταύτην ποιήσαιντο περὶ τῶν ὅπλων, τὴν δὲ πρότερον ὀλιγωρίαν περὶ τῶν ὅπλων παρʼ αὐτοῖς ὑπάρχουσαν, ταύτην μετενέγκαιεν ἐπὶ τὰς ἐσθῆτας·οὕτως γὰρ ἅμα τούς τε κατʼ ἰδίαν βίους ὠφελήσεσθαι καὶ τὰ κοινὰ πράγμαθʼ ὁμολογουμένως αὐτοὺς δυνήσεσθαι σῴζειν.διόπερ ἔφη δεῖν τὸν εἰς ἐξοπλισίαν ἢ στρατείαν ἐκπορευόμενον, ὅτε μὲν τὰς κνημῖδας περιτίθεται, σκοπεῖν ὅπως ἀραρυῖαί τε καὶ στίλβουσαι τῶν ὑποδεσμῶν καὶ κρηπίδων ὑπάρχωσιν αὗται μᾶλλον,ὅταν δὲ τὴν ἀσπίδα καὶ τὸν θώρακα καὶ τὸ κράνος διαλαμβάνῃ, περιβλέπειν ἵνα τῆς χλαμύδος καὶ τοῦ χιτῶνος καθαρειότερα ταῦθʼ ὑπάρχῃ καὶ πολυτελέστερα·παρʼ οἷς γὰρ τὰ πρὸς ἐπιφάνειαν αἱρετώτερά [ἐστι] τῶν πρὸς τὴν χρείαν, παρὰ τούτοις αὐτόθεν εὐθέως προφανὲς εἶναι τὸ συμβησόμενον ἐν τοῖς κινδύνοις.