ταῦτα δʼ ἐστὶ διότι πᾶς ὄχλος εὐπαραλόγιστος ὑπάρχει καὶ πρὸς πᾶν εὐάγωγος. ὅθεν αἰεὶ τὸ παραπλήσιον πάθος συμβαίνει περί τε τοὺς ὄχλους καὶ τὴν θάλατταν.καθάπερ γὰρ κἀκείνης ἡ μὲν ἰδία φύσις ἐστὶν ἀβλαβὴς τοῖς χρωμένοις καὶ στάσιμος, ὅταν δʼ εἰς αὐτὴν ἐμπέσῃ τὰ πνεύματα βίᾳ, τοιαύτη φαίνεται τοῖς χρωμένοις οἷοί τινες ἂν ὦσιν οἱ κυκλοῦντες αὐτὴν ἄνεμοι,τὸν αὐτὸν τρόπον καὶ τὸ πλῆθος ἀεὶ καὶ φαίνεται καὶ γίνεται πρὸς τοὺς χρωμένους οἵους ἂν ἔχῃ προστάτας καὶ συμβούλους.διὸ κἀγὼ νῦν καὶ πάντες οἱ προεστῶτες τοῦ στρατοπέδου πρὸς μὲν ὑμᾶς διαλυόμεθα καὶ πίστιν δίδομεν ἐφʼ ᾧ μὴ μνησικακήσειν.πρὸς δὲ τοὺς αἰτίους ἀκαταλλάκτως διακείμεθα, κολάζειν αὐτοὺς ἀξίως καὶ τῶν εἰς τὴν πατρίδα καὶ τῶν εἰς ἡμᾶς ἡμαρτημένων."ἀκμὴν δὲ ταῦτʼ ἔλεγε καὶ κύκλῳ μὲν οἱ στρατιῶται περιεστῶτες ἐν τοῖς ὅπλοις ἀπὸ παραγγέλματος συνεψόφησαν ταῖς μαχαίραις τοὺς θυρεούς, ἅμα δὲ τούτοις δεδεμένοι γυμνοὶ οἱ τῆς στάσεως αἴτιοι γεγονότες εἰσήγοντο.τῷ δὲ πλήθει τοιοῦτον παρέστη δέος ὑπό τε τοῦ πέριξ φόβου καὶ τῶν κατὰ πρόσωπον δεινῶν, ὥστε τῶν μὲν μαστιγουμένων, τῶν δὲ πελεκιζομένων μήτε τὴν ὄψιν ἀλλοιῶσαι μήτε φωνὴν προέσθαι μηδένα, μένειν δὲ πάντας ἀχανεῖς, ἐκπεπληγμένους πρὸς τὸ συμβαῖνον.οἱ μὲν οὖν ἀρχηγοὶ τῶν κακῶν αἰκισθέντες εἵλκοντο διὰ μέσων, ἀπηλλαγμένοι τοῦ ζῆν· οἱ δὲ λοιποὶ παρὰ μὲν τοῦ στρατηγοῦ καὶ τῶν ἄλλων ἀρχόντωνκατὰ κοινὸν ἔλαβον τὰς πίστεις ἐφʼ ᾧ μηδένα μηδενὶ μνησικακήσειν, αὐτοὶ δὲ καθʼ ἕνα προϊόντες ὤμνυον τοῖς χιλιάρχοις ἦ μὴν πειθαρχήσειν τοῖς παραγγελλομένοις ὑπὸ τῶν ἀρχόντων καὶ μηδὲν ὑπεναντίον φρονήσειν τῇ Ῥώμῃ. Πόπλιος μὲν οὖν,μεγάλων κινδύνων ἀρχὴν φυομένων καλῶς διορθωσάμενος, πάλιν ἀποκατέστησε τὰς οἰκείας δυνάμεις εἰς τὴν ἐξ ἀρχῆς διάθεσιν. —ὁ δὲ Πόπλιος συναθροίσας εὐθέως ἐν αὐτῇ τῇ Καρχηδόνι τὰς δυνάμεις εἰς ἐκκλησίαν ἔλεγε περί τε τῆς Ἀνδοβάλου τόλμης καὶ τῆς εἰς αὐτοὺς ἀθεσίας,καὶ πολλὰ πρὸς τοῦτο τὸ μέρος ἐνεγκάμενος παρώξυνε τοὺς πολλοὺς πρὸς τὴν κατὰ τῶν προειρημένων δυναστῶν ὁρμήν.ἐπὶ δὲ τούτοις ἐξηριθμήσατο τοὺς προγεγενημένους αὐτοῖς ἀγῶνας πρὸς Ἴβηρας ὁμοῦ καὶ πρὸς Καρχηδονίους, στρατηγούντων Καρχηδονίων,ἐν οἷς ἀεὶ νικῶντας οὐ καθήκειν ἔφη νυνὶ διαπορεῖν, μήποτε πρὸς αὐτοὺς Ἴβηρας Ἀνδοβάλου στρατηγοῦντος μαχόμενοι λειφθῶσι.διόπερ οὐδὲ προσδέξασθαι συναγωνιστὴν Ἰβήρων οὐδένα καθάπαξ ἔφη, διʼ αὐτῶν δὲ Ῥωμαίων συστήσασθαι τὸν κίνδυνον,ἵνα φανερὸν γένηται πᾶσιν ὡς οὐκ Ἴβηρσι Καρχηδονίους καταπολεμησάμενοι, καθάπερ ἔνιοί φασιν, ἐξεβάλομεν ἐξ Ἰβηρίας, ἀλλὰ καὶ Καρχηδονίους καὶ Κελτίβηρας ταῖς Ῥωμαίων ἀρεταῖς καὶ τῇ σφετέρᾳ γενναιότητι νενικήκαμεν. ταῦτα δʼ εἰπὼν ὁμονοεῖν παρῄνει καὶ θαρροῦντας,εἰ καὶ πρὸς ἄλλον τινά, καὶ πρὸς τοῦτον ἰέναι τὸν κίνδυνον. περὶ δὲ τοῦ νικᾶν αὐτὸς ἔφη μετὰ τῶν θεῶν ποιήσασθαι τὴν καθήκουσαν πρόνοιαν.τῷ δὲ πλήθει τοιαύτη παρέστη προθυμία καὶ θάρσος ὥστε παραπλησίους εἶναι πάντας ἐκ τῆς ἀπόψεως τοῖς ὁρῶσι τοὺς πολεμίους καὶ μέλλουσιν ὅσον οὔπω πρὸς αὐτοὺς διακινδυνεύειν.τότε μὲν οὖν ταῦτʼ εἰπὼν διαφῆκε τὴν ἐκκλησίαν. τῇ δʼ ἐπαύριον ἀναζεύξας προῆγε, καὶ παραγενηθεὶς ἐπὶ τὸν Ἴβηρα ποταμὸν δεκαταῖος καὶ περαιωθεὶς τῇ τετάρτῃ μετὰ ταύτην προσεστρατοπέδευσε τοῖς ὑπεναντίοις, λαβὼν αὐλῶνά τινα μεταξὺ τῆς αὑτοῦ καὶ τῶν πολεμίων στρατοπεδείας.τῇ δʼ ἑξῆς εἰς τὸν προειρημένον αὐλῶνα προσέβαλέ τινα θρέμματα τῶν παρεπομένων τῷ στρατοπέδῳ, συντάξας ἑτοίμους ἔχειν τοὺς ἱππεῖς τῷ Γαΐῳ, τοὺς δὲ γροσφομάχους ἐπέταξε τῶν χιλιάρχων τισὶ παρασκευάζειν.ταχὺ δὲ τῶν Ἰβήρων ἐπιπεσόντων ἐπὶ τὰ θρέμματʼ ἐξαφῆκε τῶν γροσφομάχων τινάς. γινομένης δὲ διὰ τούτων συμπλοκῆς καὶ προσβοηθούντων ἑκατέροις πλειόνων, συνέστη μέγας ἀκροβολισμὸς τῶν πεζῶν περὶ τὸν αὐλῶνα.τοῦ δὲ καιροῦ παραδιδόντος εὐλόγους ἀφορμὰς πρὸς ἐπίθεσιν, ἔχων ὁ Γάιος ἑτοίμους τοὺς ἱππεῖς κατὰ τὸ συνταχθὲν ἐπεβάλετο τοῖς ἀκροβολιζομένοις, ἀποτεμόμενος ἀπὸ τῆς παρωρείας, ὥστε τοὺς πλείους αὐτῶν κατὰ τὸν αὐλῶνα σκεδασθέντας ὑπὸ τῶν ἱππέων διαφθαρῆναι. γενομένου δὲ τούτου,παροξυνθέντες οἱ βάρβαροι, καὶ διαγωνιάσαντες μὴ διὰ τὸ προηττῆσθαι δόξωσι καταπεπλῆχθαι τοῖς ὅλοις, ἐξῆγον ἅμα τῷ φωτὶ καὶ παρέταττον εἰς μάχην ἅπασαν τὴν δύναμιν.ὁ δὲ Πόπλιος ἕτοιμος μὲν ἦν πρὸς τὴν χρείαν, θεωρῶν δὲ τοὺς Ἴβηρας ἀλογίστως συγκαταβαίνοντας εἰς τὸν αὐλῶνα καὶ τάττοντας οὐ μόνον τοὺς ἱππεῖς, ἀλλὰ καὶ τοὺς πεζοὺς ἐν τοῖς ἐπιπέδοις, ἐπέμενε, βουλόμενος ὡς πλείστους ταύτῃ χρήσασθαι τῇ παρεμβολῇ,πιστεύων μὲν καὶ τοῖς ἱππεῦσι τοῖς ἰδίοις, ἔτι δὲ μᾶλλον τοῖς πεζοῖς, διὰ τὸ κατὰ τὰς ἐξ ὁμολόγου καὶ συστάδην μάχας τόν τε καθοπλισμὸν καὶ τοὺς ἄνδρας τοὺς παρʼ αὑτοῦ πολὺ διαφέρειν τῶν Ἰβήρων.ἐπεὶ δʼ ἔδοξε τὸ δέον αὐτῷ γίνεσθαι, πρὸς μὲν τοὺς ἐν τῇ παρωρείᾳ τεταγμένους τῶν πολεμίων ἀντέταττε πρὸς δὲ τοὺς εἰς τὸν αὐλῶνα καταβεβηκότας ἅθρους ἄγων ἐκ τῆς παρεμβολῆς ἐπὶ τέτταρας κοόρτις προσέβαλε τοῖς πεζοῖς τῶν ὑπεναντίων.