ἤδη δὲ τοῦ καύματος ἐφεστῶτος κατὰ τὴν ἀκμήν, οἱ μὲν Καρχηδόνιοι παρελύοντο διὰ τὸ μὴ πεποιῆσθαι τὴν ἔξοδον κατὰ τὴν ἰδίαν προαίρεσιν, κεκωλῦσθαι δὲ τῆς ἁρμοζούσης παρασκευῆς,οἱ δὲ Ῥωμαῖοι καὶ τῇ δυνάμει καὶ ταῖς εὐψυχίαις καθυπερεῖχον, καὶ μάλιστα τῷ τοῖς χρησιμωτάτοις πρὸς τοὺς ἀχρειοτάτους τῶν πολεμίων συμβεβληκέναι διὰ τὴν τοῦ στρατηγοῦ πρόνοιαν.τὰς μὲν οὖν ἀρχὰς οἱ περὶ τὸν Ἀσδρούβαν κατὰ πόδα πιεζούμενοι τὴν ἀναχώρησιν ἐποιοῦντο, μετὰ δὲ ταῦτα κλίναντες ἁθρόοι πρὸς τὴν παρώρειαν ἀπεχώρουν· ἐγκειμένων δὲ τῶν Ῥωμαίων βιαιότερον ἔφευγον εἰς τὸν χάρακα προτροπάδην.εἰ μὲν οὖν μὴ θεὸς αὐτοῖς τις συνεπελάβετο τῆς σωτηρίας, παραχρῆμʼ ἂν ἐξέπεσον ἐκ τῆς παρεμβολῆς.ἐπιγενομένης δὲ κατὰ τὸν ἀέρα συστροφῆς ἐξαισίου,καὶ καταρραγέντος ὄμβρου λάβρου καὶ συνεχοῦς, μόλις εἰς τὴν αὑτῶν στρατοπεδείαν ἀνεκομίσθησαν οἱ Ῥωμαῖοι. —Ἰλούργεια, πόλις Ἰβηρίας, Πολύβιος ἑνδεκάτῃ. τὸ δὲ τετηκὸς καὶ συνερρυηκὸς ἀργύριον καὶ χρυσίον ἀναζητοῦντες ὑπὸ τοῦ πυρὸς πλεῖστοι Ῥωμαίων διεφθάρησαν. —ὅτι πάντων εὐδαιμονιζόντων τὸν Πόπλιον μετὰ τὸ τοὺς Καρχηδονίους ἐξελάσαι τῆς Ἰβηρίας, καὶ παρακαλούντων ἀναπαύεσθαι καὶ ῥᾳθυμεῖν, ἐπεὶ πέρας ἐπιτέθεικε τῷ πολέμῳ, μακαρίζειν αὐτοὺς ἔφη διότι τοιαύτας ἔχουσι τὰς ἐλπίδας,αὐτὸς δὲ νῦν καὶ μάλιστα βουλεύεσθαι τίνα τρόπον ἄρξηται τοῦ πρὸς Καρχηδονίους πολέμου·τὸν μὲν γὰρ πρὸ τούτου χρόνον Καρχηδονίους Ῥωμαίοις πεπολεμηκέναι, νυνὶ δὲ τὴν τύχην παραδεδωκέναι καιρὸν εἰς τὸ Ῥωμαίους Καρχηδονίοις ἐξενεγκεῖν πόλεμον. — ὅτι ὁ Πόπλιος διαλεχθεὶς τῷ Σόφακι,ἅτε δὴ πρὸς τοῦτο τὸ μέρος εὐφυὴς ὑπάρχων, οὕτω φιλανθρώπως ὡμίλησε καὶ ἐπιδεξίως ὥστε τὸν Ἀσδρούβαν εἰπεῖν ταῖς ὕστερον ἡμέραις πρὸς τὸν Σόφακα διότι φοβερώτερος αὐτῷ Πόπλιος πέφηνε κατὰ τὴν ὁμιλίαν ἤπερ ἐν τοῖς ὅπλοις. —ὅτι στάσεως γενομένης τινῶν ἐν τῷ στρατοπέδῳ τῷ Ῥωμαϊκῷ, ὁ Πόπλιος, καίπερ ἤδη πεῖραν εἰληφὼς τῶν πραγμάτων ἐφʼ ἱκανόν, ὅμως οὐδέποτε μᾶλλον εἰς ἀπορίαν ἧκε καὶ δυσχρηστίαν. καὶ τοῦτʼ ἔπασχε κατὰ λόγον·καθάπερ γὰρ ἐπὶ τῶν σωμάτων τὰς μὲν ἐκτὸς αἰτίας τοῦ βλάπτειν, λέγω δʼ οἷον ψύχους, καύματος, κόπου, τραυμάτων, καὶ πρὶν γίνεσθαι φυλάξασθαι δυνατὸν καὶ γενομέναις εὐμαρὲς βοηθῆσαι, τὰ δʼ ἐξ αὐτῶν τῶν σωμάτων γινόμενα φύματα καὶ νόσους δυσχερὲς μὲν προϊδέσθαι, δυσχερὲς δὲ γενομένοις βοηθεῖν,τὸν αὐτὸν δὴ τρόπον καὶ περὶ πολιτείας καὶ περὶ στρατοπέδων διαληπτέον.πρὸς μὲν γὰρ τὰς ἔξωθεν ἐπιβουλὰς καὶ πολέμους πρόχειρος ὁ τρόπος τῆς παρασκευῆς καὶ βοηθείας τοῖς ἐφιστάνουσι,πρὸς δὲ τὰς ἐν αὐτοῖς γενομένας ἀντιπολιτείας καὶ στάσεις καὶ ταραχὰς δύσχρηστος ἡ βοήθεια καὶ μεγάλης ἐπιδεξιότητος καὶ διαφερούσης ἀγχινοίας δεομένη·πλὴν ἑνὸς παραγγέλματος, ὃ πᾶσιν ἁρμόσει, δεῖ καὶ στρατοπέδοις καὶ πόλεσι καὶ σώμασιν, ὡς ἐμὴ δόξα.τοῦτο δʼ ἐστὶ τὸ μηδέποτʼ ἐᾶν ἐπὶ πολὺ ῥᾳθυμεῖν καὶ σχολάζειν περὶ μηδὲν τῶν προειρημένων, ἥκιστα δʼ ἐν ταῖς εὐροίαις τῶν πραγμάτων καὶ ἐν ταῖς δαψιλείαις τῶν ἐπιτηδείων.πλὴν ὅ γε Πόπλιος, ἅτε διαφερόντως ἐπιμελὴς ὤν, καθάπερ ἐξ ἀρχῆς εἶπον, ἔτι δʼ ἀγχίνους καὶ πρακτικός, συναθροίσας τοὺς χιλιάρχους τοιάνδε τινὰ τῶν ἐνεστώτων εἰσηγεῖτο λύσιν.ἔφη γὰρ δεῖν ἀναδέξασθαι τοῖς στρατιώταις τὴν τῶν ὀψωνίων ἀπόδοσιν· χάριν δὲ τοῦ πιστεύεσθαι τὴν ἐπαγγελίαν, τὰς ἐπιτεταγμένας εἰσφορὰς ταῖς πόλεσι πρότερον εἰς τὴν τοῦ παντὸς στρατοπέδου χορηγίαν ταύτας νῦν ἁθροίζειν ἐπιφανῶς καὶ μετὰ σπουδῆς, ὡς πρὸς τὴν διόρθωσιν τῶν ὀψωνίων γινομένης τῆς παρασκευῆς·τοὺς δὲ χιλιάρχους τοὺς αὐτοὺς πάλιν πορευθέντας ἀξιοῦν καὶ παρακαλεῖν μετατίθεσθαι τὴν ἄγνοιαν καὶ κομίζεσθαι τὰς σιταρχίας, παραγινομένους ὡς αὐτόν, ἄν τε κατὰ μέρη βούλωνται τοῦτο ποιεῖν ἄν θʼ ὁμοῦ πάντες.γενομένου δὲ τούτου τὸ λοιπὸν ἤδη παρʼ αὐτὸν τὸν καιρὸν ἔφη δεῖν βουλεύεσθαι τί δέον ἐστὶ πράττειν.οὗτοι μὲν οὖν ταῦτα διανοηθέντες ἐγίνοντο περὶ τὴν τῶν χρημάτων ἐπιμέλειαν· .τῶν δὲ χιλιάρχων διασαφούντων τὰ δεδογμένα, γνοὺς ὁ Πόπλιος ἀνεκοινοῦτο τῷ συνεδρίῳ τί δέον ἐστὶ ποιεῖν.ἔδοξεν οὖν αὐτοῖς, ἡμέραν διασαφήσαντας εἰς ἣν δεήσει παρεῖναι, πρὸς μὲν τὸ πλῆθος διαλύεσθαι, τοὺς δʼ αἰτίους κολάζειν πικρῶς· οὗτοι δʼ ἦσαν εἰς πέντε καὶ τριάκοντα τὸν ἀριθμόν.τῆς δʼ ἡμέρας ἐπελθούσης, καὶ παραγενομένων τῶν ἀποστατῶν ἐπί τε τὰς διαλύσεις καὶ τὴν κομιδὴν τῶν ὀψωνίων,τοῖς μὲν χιλιάρχοις τοῖς πρεσβεύσασι συνέταξε διʼ ἀπορρήτων ὁ Πόπλιος ἀπαντᾶν τοῖς ἀποστάταις καὶ διελομένους ἕκαστον πέντε τῶν ἀρχηγῶν τῆς στάσεως εὐθέως κατὰ τὴν ἀπάντησιν φιλανθρωπεῖν καὶ καλεῖν ὡς αὑτούς, μάλιστα μὲν πρὸς κατασκήνωσιν· οἳ δʼ ἂν μὴ δύνωνται τοῦτο, πρός γε δεῖπνον καὶ τοιαύτην συνουσίαν.τῷ δὲ μεθʼ αὑτοῦ στρατοπέδῳ παρήγγειλε πρὸ ἡμερῶν τριῶν ἐφόδια παρεσκευάσθαι κατὰ πλείω χρόνον ὡς ἐπὶ τὸν Ἀνδοβάλην αὐτῶν μετὰ Μάρκου πορευομένων.