θεωρῶν γὰρ τὸν Ἀσδρούβαν ὀψὲ ποιούμενον τὰς ἐξαγωγάς, καὶ μέσους Λίβυας, τὰ δὲ θηρία προτιθέμενον ἑκατέρων τῶν κεράτων, αὐτὸς εἰωθὼς τῇ μὲν ὥρᾳ προσανατείνειν,τοὺς δὲ Ῥωμαίους μέσους ἀντιτάττειν τοῖς Λίβυσι, τοὺς δʼ Ἴβηρας ἐπὶ τῶν κεράτων παρεμβάλλειν, ᾗ προέθετο κρίνειν ἡμέρᾳ, τἀναντία τοῖς προειρημένοις ποιήσας μεγάλα συνήργησε ταῖς σφετέραις δυνάμεσι πρὸς τὸ νικᾶν, οὐκ ὀλίγα δʼ ἠλάττωσε τοὺς πολεμίους.ἅμα γὰρ τῷ φωτὶ διαπεμψάμενος τοὺς ὑπηρέτας παρήγγειλε πᾶσι τοῖς χιλιάρχοις καὶ τοῖς στρατιώταις ἀριστοποιησαμένους καὶ καθοπλισαμένους ἐξάγειν πρὸ τοῦ χάρακος.γενομένου δὲ τούτου καὶ προθύμως πειθαρχησάντων διὰ τὴν ὑπόνοιαν τοῦ μέλλοντος, τοὺς μὲν ἱππεῖς καὶ τοὺς εὐζώνους προαπέστειλε, συντάξας ἐγγίζειν τῇ παρεμβολῇ τῶν ὑπεναντίων καὶ προσακροβολίζεσθαι θρασέως,αὐτὸς δὲ τοὺς πεζοὺς ἔχων ἄρτι τῆς κατὰ τὸν ἥλιον ἀνατολῆς ἐπιφαινομένης προῆγε, καὶ παραγενόμενος εἰς μέσον τὸ πεδίον παρενέβαλε, τάττων ἐναντίως ἢ πρόσθεν· μέσους μὲν γὰρ ἐτίθει τοὺς Ἴβηρας, ἐπὶ δὲ τῶν κεράτων τὰ τῶν Ῥωμαίων.τοῖς δὲ Καρχηδονίοις, ἄφνω συνεγγιζόντων πρὸς τὸν χάρακα τῶν ἱππέων, ἅμα δὲ καὶ τῆς ἄλλης δυνάμεως ἐκταττομένης ἐν ὄψει, μόλις ἐδόθη καιρὸς εἰς τὸ καθοπλίσασθαι.διόπερ ἠναγκάσθησαν οἱ περὶ τὸν Ἀσδρούβαν ἔτι νήστεις ἔχοντες τοὺς ἄνδρας ἀπαρασκεύως ἐκ τοῦ καιροῦ τοὺς μὲν ἱππεῖς καὶ τοὺς εὐζώνους ἐπαφιέναι τοῖς ἱππεῦσι τῶν ὑπεναντίων εἰς τὰ πεδία, τὰς δὲ πεζικὰς δυνάμεις παρατάττειν, οὐ πολὺ τῆς παρωρείας ἐν τοῖς ἐπιπέδοις ποιούμενοι τὴν ἔκταξιν, καθάπερ ἦν ἔθος αὐτοῖς.ἕως μὲν οὖν τινος ἔμενον οἱ Ῥωμαῖοι τὴν ἡσυχίαν ἔχοντες· ἐπειδὴ δὲ τὸ μὲν τῆς ἡμέρας προύβαινε, τῶν δʼ εὐζώνων ἄκριτος ἦν καὶ πάρισος ἡ συμπλοκὴ διὰ τὸ τοὺς πιεζομένους καταφεύγοντας ὑπὸ τὰς ἰδίας φάλαγγας ἐκ μεταβολῆς κινδυνεύειν,τὸ τηνικαῦτα δὲ διαδεξάμενος ὁ Πόπλιος διὰ τῶν διαστημάτων ἐν ταῖς σημαίαις εἴσω τοὺς ἀκροβολιζομένους, καὶ μερίσας ἐφʼ ἑκάτερον κέρας ὀπίσω τῶν παρατεταγμένων, πρῶτον μὲν τοὺς γροσφομάχους, ἐπὶ δὲ τούτοις ἐπιβάλλει τοὺς ἱππεῖς, τὰς μὲν ἀρχὰς μετωπηδὸν ποιούμενος τὴν ἔφοδον·ἀποσχὼν δὲ περὶ τετραστάδιον τῶν ὑπεναντίων, τοὺς μὲν Ἴβηρας τηροῦντας τὰς τάξεις τὸν αὐτὸν τρόπον ποιεῖσθαι τὴν ἐπαγωγὴν παρήγγειλε, τῷ μὲν δεξιῷ τὰς σημαίας καὶ τὰς ἴλας ἐπιστρέφειν ἐπὶ δόρυ, τῷ δʼ εὐωνύμῳ τἀναντία. καὶ λαβὼν αὐτὸς μὲν ἀπὸ τοῦ δεξιοῦ, Λεύκιος δὲ Μάρκιος καὶ Μάρκος Ἰούνιος ἀπὸ τῶν εὐωνύμων τρεῖς ἴλας ἱππέων τὰς ἡγουμένας, καὶ πρὸ τούτων γροσφομάχους τοὺς εἰθισμένους καὶ τρεῖς σπείρας — τοῦτο δὲ καλεῖται τὸ σύνταγμα τῶν πεζῶν παρὰ Ῥωμαίοις κοόρτις —πλὴν οἱ μὲν ἐπʼ ἀσπίδα περικλάσαντες τούτους, οἱ δʼ ἐπὶ δόρυ, προῆγον ὀρθίους ἐπὶ τοὺς πολεμίους, ἐνεργῆ ποιούμενοι τὴν ἔφοδον, ἀεὶ τῶν ἑξῆς ἐπιβαλλόντων καὶ κατὰ περίκλασιν ἑπομένων.ἐπεὶ δὲ τούτους μὲν οὐ πολὺ συνέβαινε τῶν πολεμίων ἀπέχειν, τοὺς δʼ Ἴβηρας ἐν τῇ κατὰ πρόσωπον πλευρᾷ τόπον ἱκανὸν ἔτι διεστάναι τῷ βάδην ποιεῖσθαι τὴν ἐπαγωγήν, προσέβαλλον τοῖς κέρασιν ἀμφοτέροις ἅμα τοῖς τῶν ὑπεναντίων ὀρθίαις ταῖς Ῥωμαϊκαῖς δυνάμεσι κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν.αἱ δὲ μετὰ ταῦτα κινήσεις, διʼ ὧν συνέβαινε τοὺς ἑπομένους, ἐπιπαρεμβάλλοντας ἐπὶ τὴν αὐτὴν εὐθεῖαν τοῖς ἡγουμένοις, συγκαθίστασθαι τοῖς πολεμίοις εἰς τὴν μάχην, τὴν ἐναντίαν εἶχον διάθεσιν ἀλλήλαις, καὶ καθόλου τὸ δεξιὸν κέρας τῷ λαιῷ καὶ κατὰ μέρος οἱ πεζοὶ τοῖς ἱππεῦσιν.οἱ μὲν γὰρ ἐπὶ τοῦ δεξιοῦ κέρως ἱππεῖς μετὰ τῶν εὐζώνων, ἐκ δόρατος ἐπιπαρεμβάλλοντες, ὑπερκερᾶν ἐπειρῶντο τοὺς πολεμίους, οἱ δὲ πεζοὶ τοὐναντίον ἐξ ἀσπίδος παρενέβαλλον·τῶν δὲ κατὰ τὸ λαιὸν οἱ μὲν ἐν ταῖς σπείραις ἐκ δόρατος, οἱ δʼ ἱππεῖς μετὰ τῶν γροσφομάχων ἐξ ἡνίας.ἐγεγόνει μὲν οὖν ἐκ τῶν ἱππέων καὶ τῶν εὐζώνων ἀμφοτέρων τῶν κεράτων ἐκ ταύτης τῆς κινήσεως τὸ δεξιὸν εὐώνυμον.οὗ μικρὸν λόγον θέμενος ὁ στρατηγὸς τοῦ μείζονος ἐποιήσατο πρόνοιαν, τοῦ κατὰ τὴν ὑπερκέρασιν, ὀρθῶς λογιζόμενος·εἰδέναι μὲν γὰρ δεῖ τὸ γινόμενον, χρῆσθαι δὲ ταῖς πρὸς τὸν καιρὸν ἁρμοζούσαις κινήσεσιν.ἐκ δὲ τῆς τούτων συμπλοκῆς τὰ μὲν θηρία διὰ τῶν γροσφομάχων καὶ τῶν ἱππέων ἀκοντιζόμενα καὶ διαταραττόμενα πανταχόθεν ἔπασχε μὲν κακῶς, ἔβλαπτε δʼ οὐδὲν ἧττον τοὺς φίλους ἢ τοὺς πολεμίους· φερόμενα γὰρ εἰκῇ τοὺς ὑποπεσόντας ἐξ ἀμφοῖν αἰεὶ διέφθειρε.τῆς δὲ πεζικῆς δυνάμεως τὰ μὲν κέρατα τῶν Καρχηδονίων ἐθραύετο, τὸ δὲ μέσον τὸ κατὰ τοὺς Λίβυας, ὅπερ ἦν χρησιμώτατον, εἰς τέλος ἄπρακτον ἦν·οὔτε γὰρ παραβοηθεῖν ἠδύναντο τοῖς ἐπὶ τῶν κεράτων, λιπόντες τὸν ἴδιον τόπον διὰ τὴν τῶν Ἰβήρων ἔφοδον, οὔτε μένοντες ἐπὶ τῶν ὑποκειμένων ἐνεργεῖν τι τῶν δεόντων οἷοί τʼ ἦσαν διὰ τὸ μὴ συνιέναι τοὺς κατὰ πρόσωπον πολεμίους αὐτοῖς εἰς τὰς χεῖρας.οὐ μὴν ἀλλὰ χρόνον μέν τινα διηγωνίζοντο τὰ κέρατα γενναίως διὰ τὸ περὶ τῶν ὅλων ἑκατέροις συνεστάναι τὸν κίνδυνον.