ὅτι φησὶν ὁ Πολύβιος, τί γὰρ ὄφελός ἐστι τοῖς ἀναγινώσκουσι διεξιέναι πολέμους καὶ μάχας καὶ πόλεων ἐξανδραποδισμοὺς καὶ πολιορκίας, εἰ μὴ τὰς αἰτίας ἐπιγνώσονται, παρʼ ἃς ἐν ἑκάστοις οἱ μὲν κατώρθωσαν, οἱ δʼ ἐσφάλησαν;τὰ γὰρ τέλη τῶν πράξεων ψυγαγωγεῖ μόνον τοὺς ἀκούοντας, αἱ δὲ πρόσθεν διαλήψεις τῶν ἐπιβαλλομένων ἐξεταζόμεναι δεόντως ὠφελοῦσι τοὺς φιλομαθοῦντας.μάλιστα δὲ πάντων ὁ κατὰ μέρος χειρισμὸς ἑκάστων ἐπιδεικνύμενος ἐπανορθοῖ τοὺς συνεφιστάνοντας. —τίς οὐκ ἂν ἐπισημήναιτο τὴν ἡγεμονίαν καὶ τὴν ἀρετὴν καὶ τὴν δύναμιν ἐν τοῖς ὑπαίθροις τἀνδρός, βλέψας εἰς τὸ μῆκος τούτου τοῦ χρόνου,καὶ συνεπιστήσας αὑτὸν ἐπί τε τὰς καθόλου καὶ τὰς κατὰ μέρος μάχας καὶ πολιορκίας καὶ πόλεων μεταβολὰς καὶ περιστάσεις καιρῶν, ἐπί τε τὴν περιοχὴν τῆς ὅλης ἐπιβολῆς καὶ πράξεως,ἐν ᾗ συνεχῶς Ἀννίβας ἑκκαίδεκα πολεμήσας ἔτη Ῥωμαίοις κατὰ τὴν Ἰταλίαν οὐδέποτε διέλυσε τὰς δυνάμεις ἐκ τῶν ὑπαίθρων, ἀλλὰ συνέχων ὑφʼ αὑτόν, ὥσπερ ἀγαθὸς κυβερνήτης, ἀστασίαστα διετήρησε τοσαῦτα πλήθη καὶ πρὸς αὑτὸν καὶ πρὸς ἄλληλα, καίπερ οὐχ οἷον ὁμοεθνέσιν, ἀλλʼ οὐδʼ ὁμοφύλοις χρησάμενος στρατοπέδοις. εἶχε γὰρ Λίβυας,Ἴβηρας, Λιγυστίνους, Κελτούς, Φοίνικας, Ἰταλούς, Ἕλληνας, οἷς οὐ νόμος, οὐκ ἔθος, οὐ λόγος, οὐχ ἕτερον οὐδὲν ἦν κοινὸν ἐκ φύσεως πρὸς ἀλλήλους.ἀλλʼ ὅμως ἡ τοῦ προεστῶτος ἀγχίνοια τὰς τηλικαύτας καὶ τοιαύτας διαφορὰς ἑνὸς ἐποίει προστάγματος ἀκούειν καὶ μιᾷ πείθεσθαι γνώμῃ, καίπερ οὐχ ἁπλῆς οὔσης τῆς περιστάσεως, ἀλλὰ καὶ ποικίλης, καὶ πολλάκις μὲν αὐτοῖς λαμπρᾶς ἐπιπνεούσης τῆς τύχης, ποτὲ δὲ τοὐναντίον.ἐξ ὧν εἰκότως ἄν τις θαυμάσειε τὴν τοῦ προεστῶτος δύναμιν ἐν τούτῳ τῷ μέρει, καὶ θαρρῶν εἴπειεν ὡς εἴπερ ποιησάμενος τὴν ἀρχὴν ἐπʼ ἄλλα μέρη τῆς οἰκουμένης ἐπὶ τελευταίους ἦλθε Ῥωμαίους, οὐδὲν ἂν τῶν προτεθέντων αὐτὸν διέφυγε.νῦν δʼ, ἐφʼ οὓς ἔδει τελευταίους ἐλθεῖν, ἀπὸ τούτων ἀρξάμενος, ἐν τούτοις ἐποιήσατο καὶ τὴν ἀρχὴν τῶν πράξεων καὶ τὸ τέλος.οἱ μὲν οὖν περὶ τὸν Ἀσδρούβαν, ἁθροίσαντες τὴν στρατιὰν ἐκ τῶν πόλεων, ἐν αἷς ἐποιοῦντο τὴν παραχειμασίαν, προῆλθον, καὶ κατεστρατοπέδευσαν οὐ μακρὰν ἀπὸ τῆς πόλεως τῆς προσαγορευομένης Ἰλίπας, βαλόμενοι τὸν χάρακα πρὸς ταῖς ὑπωρείαις, καὶ προθέμενοι πεδία πρὸς ἀγῶνα καὶ μάχην εὐφυῆ. πλῆθος δὲ πεζῶν μὲν εἶχον εἰς ἑπτὰ μυριάδας,ἱππεῖς δὲ τετρακισχιλίους, θηρία δὲ δυσὶ πλείω τῶν τριάκοντα.Πόπλιος δὲ Μάρκον μὲν Ἰούνιον ἐξαπέστειλε πρὸς Κολίχαντα, παραληψόμενον τὰς ἑτοιμασθείσας αὐτῷ παρὰ τούτου δυνάμεις· αὗται δʼ ἦσαν πεζοὶ μὲν τρισχίλιοι, ἱππεῖς δὲ πεντακόσιοι· τοὺς δὲ λοιποὺς συμμάχους αὐτὸς παρελάμβανε,προάγων καὶ ποιούμενος τὴν πορείαν ἐπὶ τὸ προκείμενον.ἐγγίσας δὲ τῷ Κασταλῶνι καὶ τοῖς περὶ Βαίκυλα τόποις, καὶ συμμίξας ἐνθάδε τῷ Μάρκῳ καὶ ταῖς παρὰ τοῦ Κολίχαντος δυνάμεσιν, εἰς πολλὴν ἀπορίαν ἐνέπιπτε περὶ τῶν ἐνεστώτων.χωρὶς γὰρ τῶν συμμάχων οὐκ ἀξιόχρεοι παρῆσαν αἱ Ῥωμαϊκαὶ δυνάμεις αὐτῷ πρὸς τὸ διακινδυνεύειν· τὸ δʼ ἐπὶ τοῖς συμμάχοις ἔχοντας τὰς ἐλπίδας ὑπὲρ τῶν ὅλων κινδυνεύειν ἐπισφαλὲς ἐδόκει καὶ λίαν εἶναι παράβολον.οὐ μὴν ἀλλὰ διαπορήσας, ὑπὸ δὲ τῶν πραγμάτων συγκλειόμενος, ἐπὶ τὸ συγχρῆσθαι κατηνέχθη τοῖς Ἴβηρσιν οὕτως ὥστε φαντασίαν μὲν παρασκευάζειν τοῖς ὑπεναντίοις,τὸν δʼ ἀγῶνα ποιεῖσθαι διὰ τῶν ἰδίων στρατοπέδων. ταῦτα δὲ προθέμενος ἀνέζευξε μετὰ πάσης τῆς δυνάμεως, ἔχων πεζοὺς μὲν εἰς τετρακισμυρίους καὶ πεντακισχιλίους, ἱππεῖς δὲ περὶ τρισχιλίους.ἐγγίσας δὲ τοῖς Καρχηδονίοις καὶ γενόμενος σύνοπτος ἐστρατοπέδευσε περί τινας γεωλόφους καταντικρὺ τῶν πολεμίων.Μάγων δὲ νομίσας εὐφυῆ καιρὸν ἐπιθέσθαι καταστρατοπεδεύουσι τοῖς Ῥωμαίοις, ἀναλαβὼν τὸ πλεῖστον μέρος τῶν ἰδίων ἱππέων καὶ Μασαννάσαν μετὰ τῶν Νομάδων, ἤλαυνε πρὸς τὴν παρεμβολήν, πεπεισμένος ἀφυλακτοῦντα λήψεσθαι τὸν Πόπλιον. ὁ δὲ πάλαι προορώμενος τὸ μέλλον,ὑπό τινα βουνὸν ὑπεστάλκει τοὺς ἱππεῖς, ἴσους τοῖς τῶν Καρχηδονίων·ὧν ἀνυπονοήτως ἐμπεσόντων πολλοὶ μὲν ἐν ταῖς ἀρχαῖς ἀναστρέφοντες διὰ τὸ παράδοξον τῆς ἐπιφανείας τῆς ἄφνω τῶν ἱππέων ἀπέπεσον, οἱ δὲ λοιποὶ συμβάλλοντες τοῖς πολεμίοις ἐμάχοντο γενναίως.τῇ δὲ παρὰ τῶν καταβαινόντων ἐν τοῖς Ῥωμαϊκοῖς ἱππεῦσιν εὐχειρίᾳ δυσχρηστούμενοι καὶ πολλοὺς ἀπολλύντες οἱ Καρχηδόνιοι, βραχὺ προσαντισχόντες ἐνέκλιναν.καὶ τὸ μὲν πρῶτον ἐν τάξει τὴν ἀναχώρησιν ἐποιοῦντο, τῶν δὲ Ῥωμαίων ἐγκειμένων αὐτοῖς λύσαντες τὰς ἴλας κατέφυγον ὑπὸ τὴν αὑτῶν παρεμβολήν.οἱ μὲν οὖν Ῥωμαῖοι τούτου γενομένου θαρραλεώτερον διέκειντο πρὸς τὸν κίνδυνον, οἱ δὲ Καρχηδόνιοι τοὐναντίον.οὐ μὴν ἀλλὰ ταῖς ἑξῆς ἐπί τινας ἡμέρας τάς τε δυνάμεις ἐκτάξαντες ἐν τῷ μεταξὺ πεδίῳ καὶ διὰ τῶν ἱππέων καὶ διὰ τῶν εὐζώνων ἀκροβολισμοὺς ποιησάμενοι καὶ καταπειράσαντες ἀλλήλων, ὥρμησαν ἐπὶ τὸ κρίνειν τὰ ὅλα.κατὰ δὲ τὸν καιρὸν τοῦτον δυσὶ δοκεῖ κεχρῆσθαι στρατηγήμασιν ὁ Πόπλιος.