οὐκέτι χρόνον ἔδωκεν οὐδʼ ἀναστροφήν, ἀλλὰ διὰ τῶν Ταραντίνων ἐνεργῶς ἐχρῆτο τῇ καταρχῇ τοῦ κινδύνου κατὰ τοὺς περὶ τὸ Ποσείδιον τόπους, ὄντας ἐπιπέδους καὶ πρὸς ἱππικὴν εὐφυεῖς χρείαν.ὁ δὲ Μαχανίδας ὁρῶν τὸ γινόμενον ἠναγκάζετο ποιεῖν τὸ παραπλήσιον καὶ συναφεῖναι τοὺς παρʼ αὑτοῦ Ταραντίνους.τὸ μὲν οὖν πρῶτον αὐτῶν τούτων ἀνδρώδης ἦν ἡ σύμπτωσις· κατὰ βραχὺ δὲ προσγινομένων τοῖς πιεζομένοις τῶν εὐζώνων, ἐν πάνυ βραχεῖ χρόνῳ συνέβη τὸ παρʼ ἑκατέρων ξενικὸν ἀναμὶξ γενέσθαι,πάντῃ δὲ τούτων συμπλοκῆς ἁθρόως καὶ κατʼ ἄνδρα γινομένης ἐπὶ πολὺν χρόνον πάρισος ἦν ὁ κίνδυνος οὕτως ὥστε τὰς λοιπὰς δυνάμεις, καραδοκούσας καθʼ ὁποτέρων ὁ κονιορτὸς τραπήσεται, μὴ δύνασθαι συμβαλεῖν διὰ τὸ μένειν ἀμφοτέρους ἐπὶ πολὺ διακατέχοντας ἐν τῇ μάχῃ τὸν ἐξ ἀρχῆς τόπον.χρόνου δὲ γινομένου κατίσχυον καὶ τῷ πλήθει καὶ ταῖς εὐχειρίαις διὰ τὴν ἕξιν οἱ παρὰ τοῦ τυράννου μισθοφόροι.τοῦτο δʼ εἰκότως καὶ τὸ παράπαν εἴωθε γίνεσθαι.ὅσῳ γὰρ συμβαίνει τοὺς ἐν ταῖς δημοκρατίαις ὄχλους προθυμοτέρους ὑπάρχειν ἐν τοῖς πολεμικοῖς ἀγῶσι τῶν τοῖς τυράννοις πολιτικῶν ὑποταττομένων, τοσούτῳ τὰ παρὰ τοῖς μονάρχοις ξενικὰ τῶν ἐν ταῖς δημοκρατίαις μισθοφορούντων εἰκὸς ὑπεράγειν καὶ διαφέρειν.ὥσπερ γὰρ ἐπʼ ἐκείνων οἷς μὲν ὑπὲρ ἐλευθερίας ἐστίν, οἷς δʼ ὑπὲρ δουλείας ὁ κίνδυνος, οὕτως ἐπὶ τῶν μισθοφόρων οἷς μὲν ὑπὲρ ὁμολογουμένης ἐπανορθώσεως, οἷς δʼ ὑπὲρ προδήλου βλάβης γίνεται φιλοτιμία.δημοκρατία μὲν γάρ, ἐπανελομένη τοὺς ἐπιβουλεύσαντας, οὐκέτι μισθοφόροις τηρεῖ τὴν ἑαυτῆς ἐλευθερίαν· τυραννὶς δʼ ὅσῳ μειζόνων ἐφίεται, τοσούτῳ πλειόνων προσδεῖται μισθοφόρων.πλείονας γὰρ ἀδικοῦσα πλείονας ἔχει καὶ τοὺς ἐπιβουλεύοντας. ἡ δὲ τῶν μονάρχων ἀσφάλεια τὸ παράπαν ἐν τῇ τῶν ξένων εὐνοίᾳ κεῖται καὶ δυνάμει.διὸ δὴ καὶ τότε συνέβαινε τὸ παρὰ τῷ Μαχανίδᾳ ξενικὸν οὕτως ἐκθύμως ἀγωνίζεσθαι καὶ βιαίως ὥστε μηδὲ τοὺς ἐφεδρεύοντας τοῖς ξένοις Ἰλλυριοὺς καὶ θωρακίτας δύνασθαι τὴν ἔφοδον αὐτῶν ὑπομεῖναι, πάντας δʼ ἐκπιεσθέντας φεύγειν προτροπάδην ὡς ἐπὶ τῆς Μαντινείας, ἀπεχούσης τῆς πόλεως ἑπτὰ σταδίους.ἐν ᾧ δὴ καιρῷ τὸ παρʼ ἐνίοις ἀπορούμενον τότε παρὰ πᾶσιν ὁμολογούμενον ἐγένετο καὶ συμφανές, ὅτι πλεῖστα τῶν κατὰ πόλεμον συντελουμένων παρὰ τὴν τῶν ἡγουμένων ἐμπειρίαν καὶ πάλιν ἀπειρίαν ἐπιτελεῖται.μέγα μὲν γὰρ ἴσως καὶ τὸ προτερήματος ἀρχὴν λαβόντα προσθεῖναι τἀκόλουθον, πολὺ δὲ μεῖζον τὸ σφαλέντα ταῖς πρώταις ἐπιβολαῖς μεῖναι παρʼ αὑτὸν καὶ συνιδεῖν τὴν τῶν εὐτυχούντων ἀκρισίαν καὶ συνεπιθέσθαι τοῖς τούτων ἁμαρτήμασιν.ἰδεῖν γοῦν ἔστι πολλάκις τοὺς μὲν ἤδη δοκοῦντας πεπροτερηκέναι μετʼ ὀλίγον τοῖς ὅλοις ἐσφαλμένους, τοὺς δʼ ἐν ἀρχαῖς δόξαντας ἐπταικέναι πάλιν ἐκ μεταβολῆς παρὰ τὴν αὑτῶν ἀγχίνοιαν τὰ ὅλα παραδόξως κατωρθωκότας.ὃ δὴ καὶ τότε προφανῶς ἐδόκει περὶ τοὺς ἡγεμόνας ἀμφοτέρους γεγονέναι.τοῦ γὰρ ξενικοῦ παντὸς ἐγκεκλικότος τοῖς Ἀχαιοῖς καὶ παραλελυμένου τοῦ λαιοῦ κέρως, ὁ μὲν Μαχανίδας ἀφέμενος τοῦ μένειν ἐπὶ τῶν ὑποκειμένων, καὶ τοὺς μὲν κατὰ κέρας ὑπεραίρειν τοῖς δὲ κατὰ πρόσωπον ἀπαντᾶν καὶ πειρᾶσθαι τῶν ὅλων,τούτων μὲν οὐδὲν ἔπραξεν, ἀκρατῶς δὲ καὶ μειρακιωδῶς συνεκχυθεὶς τοῖς ἑαυτοῦ μισθοφόροις ἐπέκειτο τοῖς φεύγουσιν, ὥσπερ οὐκ αὐτὸν τὸν φόβον ἱκανὸν ὄντα τοὺς ἅπαξ ἐγκλίναντας ἄχρι τῶν πυλῶν συνδιώκειν.ὁ δὲ τῶν Ἀχαιῶν στρατηγὸς ἕως μὲν τοῦ δυνατοῦ διακατεῖχε τοὺς μισθοφόρους, ἐπʼ ὀνόματος καλῶν καὶ παροξύνων τοὺς ἡγεμόνας·ἐπεὶ δʼ ἑώρα τούτους ἐκβιαζομένους, οὐ πτοηθεὶς ἔφευγεν οὐδʼ ἀθυμήσας ἀπέστη , ἀλλʼ ὑποστείλας αὑτὸν ὑπὸ τὸ τῆς φάλαγγος κέρας, ἅμα τῷ παραπεσεῖν τοὺς διώκοντας καὶ γενέσθαι τὸν τόπον ἔρημον, καθʼ ὃν ὁ κίνδυνος ἦν, εὐθέως τοῖς πρώτοις τέλεσι τῶν φαλαγγιτῶν ἐπʼ ἀσπίδα κλίνων, προῆγε μετὰ δρόμου, τηρῶν τὰς τάξεις.καταλαβόμενος δὲ τὸν ἐκλειφθέντα τόπον ὀξέως, ἅμα μὲν ἀπετέτμητο τοὺς διώκοντας, ἅμα δʼ ὑπερδέξιος ἐγεγόνει τοῦ τῶν πολεμίων κέρατος.καὶ τοὺς μὲν φαλαγγίτας αὐτοῦ παρεκάλει θαρρεῖν καὶ μένειν, ἕως ἂν παραγγείλῃ ποιεῖσθαι τὴν ἐπαγωγὴν ἀναμίξ·Πολυαίνῳ δʼ ἐπέταξε τῷ Μεγαλοπολίτῃ τοὺς περιλειπομένους καὶ τοὺς διακεκλικότας τὴν φυγὴν Ἰλλυριοὺς καὶ θωρακίτας καὶ μισθοφόρους συναθροίσαντι μετὰ σπουδῆς ἐφεδρεύειν τῷ κέρατι τῆς φάλαγγος καὶ τηρεῖν τὴν ἐπάνοδον τῶν ἐκ διώγματος ἀναχωρούντων.οἱ δὲ Λακεδαιμόνιοι χωρὶς παραγγέλματος, ἐπαρθέντες ταῖς διανοίαις ἐπὶ τῷ τῶν εὐζώνων προτερήματι, καταβαλόντες τὰς σαρίσας ὥρμησαν ἐπὶ τοὺς ὑπεναντίους.ὅτε δὲ κατὰ τὴν ἐπαγωγὴν προάγοντες ἧκον ἐπὶ τὸ τῆς τάφρου χεῖλος, τὰ μὲν οὐκέτι διδόντος τοῦ καιροῦ μεταμέλειαν ὥστʼ ἐν χερσὶν ὄντας τῶν πολεμίων ἀναστρέφειν, τὰ δὲ καὶ τῆς τάφρου καταφρονήσαντες διὰ τὸ τὴν κατάβασιν ἔχειν ἐκ πολλοῦ καὶ μήθʼ ὕδωρ κατὰ τὸ τέλος ἐν αὐτῇ μήτε τινʼ ἀγρίαν ὕλην ὑπάρχειν, ὥρμησαν ἀνεπιστάτως διὰ ταύτης.