τοῦ μὲν οὖν συλλόγου καθυστέρει, τὸν δὲ σῖτον φθείρας καὶ παρελόμενος τῶν περὶ τὸν Αἰνιᾶνα κόλπον κατοικούντων ἐπανῆλθε.καὶ τὴν μὲν δύναμιν ἐν τῇ Σκοτούσῃ πάλιν ἀπέλειπε, μετὰ δὲ τῶν εὐζώνων καὶ τῆς βασιλικῆς ἴλης εἰς Δημητριάδα καταλύσας ἔμενε, καραδοκῶν τὰς τῶν ἐναντίων ἐπιβολάς.ἵνα δὲ μηδὲν αὐτὸν λανθάνῃ τῶν πραττομένων, διεπέμψατο πρὸς Πεπαρηθίους καὶ πρὸς τοὺς ἐπὶ τῆς Φωκίδος, ὁμοίως δὲ καὶ πρὸς τοὺς ἐπὶ τῆς Εὐβοίας, καὶ παρήγγειλε διασαφεῖν αὑτῷ πάντα τὰ γινόμενα διὰ τῶν πυρσῶν ἐπὶ τὸ Τίσαιον. τοῦτο δʼ ἐστὶ τῆς Θετταλίας ὄρος,εὐφυῶς κείμενον πρὸς τὰς τῶν προειρημένων τόπων περιφάσεις.τοῦ δὲ κατὰ τὰς πυρσείας γένους, μεγίστας δὴ παρεχομένου χρείας ἐν τοῖς πολεμικοῖς, ἀνεργάστου πρότερον ὑπάρχοντος, χρήσιμον εἶναί μοι δοκεῖ τὸ μὴ παραδραμεῖν, ἀλλὰ ποιήσασθαι περὶ αὐτοῦ τὴν ἁρμόζουσαν μνήμην.ὅτι μὲν οὖν ὁ καιρὸς ἐν πᾶσι μεγάλην ἔχει μερίδα πρὸς τὰς ἐπιβολάς, μεγίστην δʼ ἐν τοῖς πολεμικοῖς, παντὶ δῆλον· τῶν δὲ πρὸς τοῦτο συναγωνισμάτων πλείστην ἔχουσι δύναμιν οἱ πυρσοί.ἄρτι γὰρ τὰ μὲν γέγονε, τινὰ δʼ ἀκμὴν ἐνεργεῖται καὶ δυνατόν ἐστι γινώσκειν, ᾧ μέλει, ποτὲ μὲν ἡμερῶν τριῶν ἢ τεττάρων ὁδὸν ἀπέχοντι, ποτὲ δὲ καὶ πλειόνων.ὥστʼ ἀεὶ τοῖς δεομένοις πράγμασιν ἐπικουρίας παράδοξον γίνεσθαι τὴν βοήθειαν διὰ τῆς τῶν πυρσῶν ἀπαγγελίας.τὸν μὲν οὖν πρὸ τούτου χρόνον ἁπλῆς γινομένης τῆς πυρσείας κατὰ τὸ πλεῖστον αὐτὴν ἀνωφελῆ συνέβαινε γίνεσθαι τοῖς χρωμένοις.διὰ γὰρ συνθημάτων ὡρισμένων ἔδει τὴν χρείαν συντελεῖν· τῶν δὲ πραγμάτων ἀορίστων ὑπαρχόντων τὰ πλεῖστα διέφυγε τὴν τῶν πυρσῶν χρείαν, οἷον ἐπʼ αὐτῶν τῶν νῦν εἰρημένων.ὅτι μὲν οὖν εἰς Ὠρεὸν καὶ Πεπάρηθον ἢ Χαλκίδα πάρεστι στόλος, δυνατὸν ἦν διασαφεῖν τοῖς περὶ τούτου συνθεμένοις·ὅτι δὲ μεταβάλλονταί τινες τῶν πολιτῶν ἢ προδιδόασιν, ἢ φόνος ἐν τῇ πόλει γέγονεν, ἤ τι τῶν τοιούτων, ἃ δὴ συμβαίνει μὲν πολλάκις, πρόληψιν δʼ ἔχειν πάντων ἀδύνατον —μάλιστα δὲ τὰ παραδόξως γινόμενα τῆς ἐκ τοῦ καιροῦ συμβουλίας καὶ ἐπικουρίας προσδεῖται — τὰ τοιαῦτα πάντα διέφυγε τὴν τῶν πυρσῶν χρείαν.περὶ ὧν γὰρ οὐκ ἐνεδέχετο προνοηθῆναι, περὶ τούτων οὐδὲ σύνθημα ποιήσασθαι δυνατόν.Αἰνείας δὲ βουληθεὶς διορθώσασθαι τὴν τοιαύτην ἀπορίαν, ὁ τὰ περὶ τῶν Στρατηγικῶν ὑπομνήματα συντεταγμένος, βραχὺ μέν τι προεβίβασε, τοῦ γε μὴν δέοντος ἀκμὴν πάμπολυ τὸ κατὰ τὴν ἐπίνοιαν ἀπελείφθη.γνοίη δʼ ἄν τις ἐκ τούτων. φησὶ γὰρ δεῖν τοὺς μέλλοντας ἀλλήλοις διὰ τῶν πυρσῶν δηλοῦν τὸ κατεπεῖγον ἀγγεῖα κατασκευάσαι κεραμεᾶ, κατά τε τὸ πλάτος καὶ κατὰ τὸ βάθος ἰσομεγέθη πρὸς ἀκρίβειαν· εἶναι δὲ μάλιστα τὸ μὲν βάθος τριῶν πηχῶν, τὸ δὲ πλάτος πήχεος.εἶτα παρασκευάσαι φελλοὺς βραχὺ κατὰ πλάτος ἐνδεεῖς τῶν στομάτων, ἐν δὲ τούτοις μέσοις ἐμπεπηγέναι βακτηρίας διῃρημένας εἰς ἴσα μέρη τριδάκτυλα, καθʼ ἕκαστον δὲ μέρος εἶναι περιγραφὴν εὔσημον.ἐν ἑκάστῳ δὲ μέρει γεγράφθαι τὰ προφανέστατα καὶ καθολικώτατα τῶν ἐν τοῖς πολεμικοῖς συμβαινόντων, οἷον εὐθέως ἐν τῷ πρώτῳ, διότι "πάρεισιν ἱππεῖς εἰς τὴν χώραν," ἐν δὲ τῷ δευτέρῳ διότι "πεζοὶ βαρεῖς," ἐν δὲ τῷ τρίτῳ "ψιλοί," τούτων δʼ ἑξῆς "πεζοὶ μεθʼ ἱππέων," εἶτα "πλοῖα," μετὰ δὲ ταῦτα "σῖτος," καὶ κατὰ τὸ συνεχὲς οὕτω, μέχρις ἂν ἐν πάσαις γραφῇ ταῖς χώραις τὰ μάλιστʼ ἂν ἐκ τῶν εὐλόγων προνοίας τυγχάνοντα καὶ συμβαίνοντα κατὰ τοὺς ἐνεστῶτας καιροὺς ἐκ τῶν πολεμικῶν.τούτων δὲ γενομένων ἀμφότερα κελεύει τρῆσαι τὰ ἀγγεῖα πρὸς ἀκρίβειαν, ὥστε τοὺς αὐλίσκους ἴσους εἶναι καὶ κατʼ ἴσον ἀπορρεῖν· εἶτα πληρώσαντας ὕδατος ἐπιθεῖναι τοὺς φελλοὺς ἔχοντας τὰς βακτηρίας, κἄπειτα τοὺς αὐλίσκους ἀφεῖναι ῥεῖν ἅμα.τούτου δὲ συμβαίνοντος δῆλον ὡς ἀνάγκη πάντων ἴσων καὶ ὁμοίων ὄντων, καθʼ ὅσον ἂν ἀπορρέῃ τὸ ὑγρόν, κατὰ τοσοῦτον τοὺς φελλοὺς καταβαίνειν καὶ τὰς βακτηρίας κρύπτεσθαι κατὰ τῶν ἀγγείων.ὅταν δὲ τὰ προειρημένα γένηται κατὰ τὸν χειρισμὸν ἰσοταχῆ καὶ σύμφωνα, τότε κομίσαντας ἐπὶ τοὺς τόπους, ἐν οἷς ἑκάτεροι μέλλουσι συντηρεῖν τὰς πυρσείας, ἑκάτερον θεῖναι τῶν ἀγγείων.εἶτʼ ἐπὰν ἐμπέσῃ τι τῶν ἐν τῇ βακτηρίᾳ γεγραμμένων, πυρσὸν ἆραι κελεύει, καὶ μένειν, ἕως ἂν ἀνταίρωσιν οἱ συντεταγμένοι· γενομένων δὲ φανερῶν ἀμφοτέρων ἅμα τῶν πυρσῶν καθελεῖν. εἶτʼ εὐθέως ἀφεῖναι τοὺς αὐλίσκους ῥεῖν.ὅταν δὲ καταβαίνοντος τοῦ φελλοῦ καὶ τῆς βακτηρίας ἔλθῃ τῶν γεγραμμένων ὃ βούλει δηλοῦν κατὰ τὸ χεῖλος τοῦ τεύχους, ἆραι κελεύει τὸν πυρσόν·τοὺς δʼ ἑτέρους ἐπιλαβεῖν εὐθέως τὸν αὐλίσκον, καὶ σκοπεῖν τί κατὰ τὸ χεῖλός ἐστι τῶν ἐν τῇ βακτηρίᾳ γεγραμμένων·ἔσται δὲ τοῦτο τὸ δηλούμενον πάντων ἰσοταχῶς παρʼ ἀμφοτέροις κινουμένων.ταῦτα δὲ βραχὺ μέν τι τῆς διὰ τῶν συνθημάτων πυρσείας ἐξήλλαχεν, ἀκμὴν δʼ ἐστὶν ἀόριστα.δῆλον γὰρ [ἔσται] ὡς οὔτε προϊδέσθαι τὰ μέλλοντα πάντα δυνατὸν οὔτε προϊδόμενον εἰς τὴν βακτηρίαν γράψαι· λοιπὸν ὁπόταν ἐκ τῶν καιρῶν ἀνυπονόητά τινα συμβαίνῃ, φανερὸν ὡς οὐ δύναται δηλοῦσθαι κατὰ ταύτην τὴν ἐπίνοιαν.