μετὰ δὲ τὴν μάχην ἁπάντων βασιλέα προσφωνούντων, εἰς ἐπίστασιν ἤγαγε τὸν Πόπλιον τὸ γινόμενον.διὸ καὶ συναθροίσας τοὺς Ἴβηρας βασιλικὸς μὲν ἔφη βούλεσθαι καὶ λέγεσθαι παρὰ πᾶσι καὶ ταῖς ἀληθείαις ὑπάρχειν, βασιλεύς γε μὴν οὔτʼ εἶναι θέλειν οὔτε λέγεσθαι παρʼ οὐδενί. ταῦτα δʼ εἰπὼν παρήγγειλε στρατηγὸν αὑτὸν προσφωνεῖν.ἴσως μὲν οὖν καὶ τότε δικαίως ἄν τις ἐπεσημήνατο τὴν μεγαλοψυχίαν τἀνδρός, ᾗ κομιδῇ νέος ὢν καὶ τῆς τύχης αὐτῷ συνεκδραμούσης ἐπὶ τοσοῦτον ὥστε πάντας τοὺς ὑποταττομένους ἐξ αὑτῶν ἐπί τε ταύτην κατενεχθῆναι τὴν διάληψιν καὶ τὴν ὀνομασίαν, ὅμως ἐν ἑαυτῷ διέμεινε καὶ παρῃτεῖτο τὴν τοιαύτην ὁρμὴν καὶ φαντασίαν.πολὺ δὲ μᾶλλον ἄν τις θαυμάσειε τὴν ὑπερβολὴν τῆς περὶ τὸν ἄνδρα μεγαλοψυχίας, βλέψας εἰς τοὺς ἐσχάτους τοῦ βίου καιρούς, ἡνίκα πρὸς τοῖς κατὰ τὴν Ἰβηρίαν ἔργοις κατεστρέψατο μὲν Καρχηδονίους, καὶ τὰ πλεῖστα καὶ κάλλιστα μέρη τῆς Λιβύης ἀπὸ τῶν Φιλαίνου βωμῶν ἕως Ἡρακλείων στηλῶν ὑπὸ τὴν τῆς πατρίδος ἐξουσίαν ἤγαγε, κατεστρέψατο δὲ τὴν Ἀσίαν καὶ τοὺς τῆς Συρίας βασιλεῖς, καὶ τὸ κάλλιστον καὶ μέγιστον μέρος τῆς οἰκουμένης ὑπήκοον ἐποίησε Ῥωμαίοις, ἔλαβε δὲ καιροὺς εἰς τὸ περιποιήσασθαι δυναστείαν βασιλικὴν ἐν οἷς ἐπιβάλοιτο καὶ βουληθείη τόποις τῆς οἰκουμένης.ταῦτα γὰρ οὐ μόνον ἀνθρωπίνην φύσιν, ἀλλὰ καὶ θειοτέραν, εἰ θέμις εἰπεῖν, ὑπερφρονεῖν ἂν ἐποίησεν.Πόπλιος δὲ τοσοῦτον ὑπερέθετο μεγαλοψυχίᾳ τοὺς ἄλλους ἀνθρώπους ὡς οὗ μεῖζον ἀγαθὸν εὔξασθαί τις τοῖς θεοῖς οὐ τολμήσειε, λέγω δὲ βασιλείας, τοῦτʼ ἐκεῖνος πολλάκις ὑπὸ τῆς τύχης αὐτῷ δεδομένον ἀπηξίωσε, καὶ περὶ πλείονος ἐποιήσατο τὴν πατρίδα καὶ τὴν ταύτης πίστιν τῆς περιβλέπτου καὶ μακαριστῆς βασιλείας.πλὴν τότε γε διαλέξας ἐκ τῶν αἰχμαλώτων τοὺς Ἴβηρας, τούτους μὲν ἀπέλυσε χωρὶς λύτρων πάντας εἰς τὰς ἑαυτῶν πατρίδας, τῶν δʼ ἵππων τριακοσίους κελεύσας ἐκλέξαι τοῖς περὶ τὸν Ἀνδοβάλην τοὺς λοιποὺς διέδωκε τοῖς ἀνίπποις.καὶ τὸ λοιπὸν ἤδη μεταλαβὼν τὴν τῶν Καρχηδονίων στρατοπεδείαν διὰ τὴν τῶν τόπων εὐφυΐαν, αὐτὸς μὲν ἔμενε καραδοκῶν τοὺς καταλειπομένους τῶν Καρχηδονίων στρατηγούς, ἐπὶ δὲ τὰς ὑπερβολὰς τῶν Πυρηναίων ὀρέων ἐξαπέστειλε τοὺς τηρήσοντας τὸν Ἀσδρούβαν.μετὰ δὲ ταῦτα, τῆς ὥρας ἤδη συναπτούσης, ἀνεχώρησε μετὰ τῆς δυνάμεως εἰς Ταρράκωνʼ, ἐν τούτοις τοῖς τόποις ποιεῖσθαι τὴν παραχειμασίαν.οἱ μὲν Αἰτωλοί, προσφάτως ἐπηρμένοι ταῖς ἐλπίσιν ἐπὶ τῇ Ῥωμαίων καὶ τῇ τοῦ βασιλέως Ἀττάλου παρουσίᾳ, πάντας ἐξέπληττον καὶ πᾶσιν ἐπέκειντο κατὰ γῆν, οἱ δὲ περὶ τὸν Ἄτταλον καὶ Πόπλιον κατὰ θάλατταν.διόπερ ἧκον Ἀχαιοὶ μὲν παρακαλοῦντες τὸν Φίλιππον βοηθεῖν· οὐ γὰρ μόνον τοὺς Αἰτωλοὺς ἠγωνίων, ἀλλὰ καὶ τὸν Μαχανίδαν διὰ τὸ προκαθῆσθαι μετὰ τῆς δυνάμεως ἐπὶ τοῖς τῶν Ἀργείων ὅροις.Βοιωτοὶ δὲ δεδιότες τὸν στόλον τῶν ὑπεναντίων, ἡγεμόνα καὶ βοήθειαν ᾔτουν. φιλοπονώτατά γε μὴν οἱ τὴν Εὔβοιαν κατοικοῦντες ἠξίουν ἔχειν τινὰ πρόνοιαν τῶν πολεμίων. παραπλήσια δʼ Ἀκαρνᾶνες παρεκάλουν.ἦν δὲ καὶ παρʼ Ἠπειρωτῶν πρεσβεία. προσήγγελτο δὲ καὶ Σκερδιλαΐδαν καὶ Πλευρᾶτον ἐξάγειν τὰς δυνάμεις· ἔτι δὲ τοὺς προσοροῦντας τῇ Μακεδονίᾳ Θρᾷκας, καὶ μάλιστα τοὺς Μαιδούς, ἐπιβολὰς ἔχειν ὡς ἐμβαλοῦντας ἐπὶ Μακεδονίαν, ἐὰν βραχύ τι μόνον ὁ βασιλεὺς τῆς οἰκείας ἀποσπασθῇ.προκατελάμβανον δὲ καὶ τὰ περὶ Θερμοπύλας στενὰ τάφροις καὶ χάρακι καὶ φυλακαῖς βαρείαις Αἰτωλοί, πεπεισμένοι συγκλείειν τὸν Φίλιππον καὶ καθόλου κωλύειν παραβοηθεῖν τοῖς ἐντὸς Πυλῶν συμμάχοις.δοκεῖ δέ μοι τὰς τοιαύτας περιστάσεις εὐλόγως ἄν τις ἐπισημήνασθαι καὶ συνεφιστάνειν τοὺς ἀναγινώσκοντας, ἐν αἷς πεῖρα καὶ βάσανος ἀληθινὴ γίνεται κατὰ τάς τε ψυχικὰς ὁρμὰς καὶ τὰς σωματικὰς δυνάμεις τῶν ἡγεμόνων.καθάπερ γὰρ ἐν ταῖς κυνηγεσίαις τὰ ζῷα τότε διάδηλα γίνεται κατὰ τὴν ἀλκὴν καὶ τὴν δύναμιν, ὅταν τὸ δεινὸν αὐτὰ περιστῇ πανταχόθεν, τὸν αὐτὸν τρόπον συμβαίνει καὶ ἐπὶ τῶν ἡγουμένων. ὃ δὴ τότε μάλιστα συνιδεῖν ἦν γινόμενον ὑπὸ τοῦ Φιλίππου·τὰς μὲν γὰρ πρεσβείας ἀπέλυσε πάσας, ἑκάστοις τὰ δυνατὰ ποιήσειν ἐπαγγειλάμενος, τῷ δὲ πολέμῳ πανταχόθεν ἐπεῖχε, καραδοκῶν πῇ καὶ πρὸς τίνα πρῶτον δεήσειποιεῖσθαι τὴν ὁρμήν. προσπεσόντος δʼ αὐτῷ κατὰ τὸν καιρὸν τοῦτον τοὺς περὶ τὸν Ἄτταλον διάραντας καὶ προσορμήσαντας τῇ Πεπαρήθῳ κατεσχηκέναι τὴν χώραν, τούτοις μὲν ἐξαπέστειλε τοὺς παραφυλάξοντας τὴν πόλιν,εἰς δὲ Φωκέας καὶ τοὺς κατὰ τὴν Βοιωτίαν τόπους Πολυφάνταν ἐξέπεμψε μετὰ συμμέτρου δυνάμεως, εἰς δὲ Χαλκίδα καὶ τὴν ἄλλην Εὔβοιαν Μένιππον, ἔχοντα πελταστὰς χιλίους, Ἀγριᾶνας πεντακοσίους.αὐτὸς δὲ προῆγε ποιούμενος τὴν πορείαν εἰς Σκοτοῦσαν, παραπλησίως δὲ καὶ τοῖς Μακεδόσιν εἰς ταύτην τὴν πόλιν παρήγγειλεν ἀπαντᾶν.πυθόμενος δὲ τοὺς περὶ τὸν Ἄτταλον εἰς Νίκαιαν καταπεπλευκέναι, τῶν δʼ Αἰτωλῶν τοὺς ἄρχοντας εἰς Ἡράκλειαν ἁθροίζεσθαι χάριν τοῦ κοινολογηθῆναι πρὸς ἀλλήλους ὑπὲρ τῶν ἐνεστώτων, ἀναλαβὼν τὴν δύναμιν ἐκ τῆς Σκοτούσης ὥρμησε σπεύδων καταταχῆσαι καὶ πτοήσας διασῦραι τὴν σύνοδον αὐτῶν.