καὶ γὰρ ἐκκοπὰς δένδρων ἐπεποίηντο συνεχεῖς καὶ λίθων πλήθη μεγέθει διαφερόντων συνηθροίκεισαν· αὐτοί τε παρʼ ὅλην τὴν φάραγγα τὰς εὐκαίρους ὑπεροχὰς καὶ δυναμένας σφίσιν ἀσφάλειαν παρέχεσθαι κατειληφότες ἐτήρουν, ὥστʼ, εἰ μὴ διήμαρτον, ἐντελῶς ἂν ἐξαδυνατήσαντα τὸν Ἀντίοχον ἀποστῆναι τῆς ἐπιβολῆς.ὡς γὰρ δέον τοὺς πολεμίους πάντας κατʼ ἀνάγκην ποιεῖσθαι διʼ αὐτῆς τῆς φάραγγος τὴν ἀνάβασιν, οὕτως παρεσκευάσαντο καὶ πρὸς τοῦτο κατελάβοντο τοὺς τόπους.ἐκεῖνο δʼ οὐκ ἔβλεψαν ὅτι τὴν μὲν φάλαγγα καὶ τὴν ἀποσκευὴν οὐκ ἄλλως δυνατὸν ἦν, ἀλλʼ ὡς ἐκεῖνοι διέλαβον, ποιεῖσθαι τὴν πορείαν· πρὸς γὰρ τὰ παρακείμενα τῶν ὀρῶν οὐχ οἷόν τʼ ἦν τούτοις προσβαλεῖν, ἀλλὰ τοῖς ψιλοῖς καὶ τοῖς εὐζώνοις οὐκ ἀδύνατος ἦν ἡ διʼ αὐτῶν τῶν λευκοπέτρων ἀναβολή.ὅθεν ἅμα τῷ πρὸς τὸ πρῶτον φυλακεῖον προσμῖξαι τοὺς περὶ τὸν Διογένην, ἔξωθεν τῆς χαράδρας ποιουμένους τὴν ἀνάβασιν, ἀλλοιοτέραν ἐλάμβανε διάθεσιν.εὐθέως γὰρ κατὰ τὴν συμπλοκὴν αὐτοῦ τοῦ πράγματος διδάσκοντος, ὑπερτιθέμενοι καὶ προσβαίνοντες πρὸς τὰ πλάγια τῶν χωρίων οἱ περὶ τὸν Διογένην, ὑπερδέξιοι τῶν πολεμίων ἐγίνοντο, καὶ χρώμενοι πυκνοῖς τοῖς ἀκοντίσμασι καὶ τοῖς ἐκ χειρὸς λίθοις κακῶς διετίθεσαν τοὺς βαρβάρους, καὶ μάλιστα ταῖς σφενδόναις ἐκακοποίουν ἐξ ἀποστήματος βάλλοντες.ὅτε δὲ τοὺς πρώτους ἐκβιασάμενοι κατάσχοιεν τὸν τούτων τόπον, ἐδίδοτο τοῖς λειτουργοῖς καιρὸς εἰς τὸ πᾶν τὸ πρὸ ποδῶν ἀνακαθαίρειν καὶ λεαίνειν μετʼ ἀσφαλείας. ἐγίνετο δὲ τοῦτο ταχέως διὰ τὴν πολυχειρίαν.οὐ μὴν ἀλλὰ τούτῳ τῷ τρόπῳ τῶν μὲν σφενδονητῶν καὶ τοξοτῶν ἔτι δʼ ἀκοντιστῶν κατὰ τοὺς ὑπερδεξίους τόπους πορευομένων σποράδην, ποτὲ δὲ συναθροιζομένων καὶ καταλαμβανομένων τοὺς εὐκαίρους τόπους, τῶν δʼ ἀσπιδιωτῶν ἐφεδρευόντων, καὶ παρʼ αὐτὴν τὴν χαράδραν παραπορευομένων ἐν τάξει καὶ βάδην, οὐκ ἔμενον οἱ βάρβαροι, πάντες δὲ λιπόντες τοὺς τόπους ἡθροίσθησαν ἐπὶ τὴν ὑπερβολήν.οἱ δὲ περὶ τὸν Ἀντίοχον ἀσφαλῶς διέβησαν τὰς δυσχωρίας τῷ προειρημένῳ τρόπῳ, βραδέως δὲ καὶ δυσχερῶς· μόλις γὰρ ὀγδοαῖοι πρὸς τὰς κατὰ τὸν Λάβον ὑπεροχὰς ἀφίκοντο.τῶν δὲ βαρβάρων συνηθροισμένων ἐκεῖ, καὶ πεπεισμένων κωλύειν τῆς ὑπερβολῆς τοὺς πολεμίους, ἀγὼν συνέστη νεανικός. ἐξεώσθησαν δʼ οἱ βάρβαροι διὰ τοιαύτας αἰτίας.συστραφέντες γὰρ ἐμάχοντο πρὸς τοὺς φαλαγγίτας κατὰ πρόσωπον ἐκθύμως· τῆς δὲ νυκτὸς ἔτι τῶν εὐζώνων ἐκπεριελθόντων ἐκ πολλοῦ, καὶ καταλαβομένων τοὺς ὑπερδεξίους καὶ κατὰ νώτου τόπους, ἅμα τῷ συνιδεῖν οἱ βάρβαροι τὸ γεγονὸς εὐθέως πτοηθέντες ὥρμησαν πρὸς φυγήν.ὁ δὲ βασιλεὺς τὴν μὲν ἐπὶ πλεῖον ὁρμὴν τῶν διωκόντων παρακατέσχε μετὰ πολλῆς σπουδῆς, ἀνακαλεσάμενος ταῖς σάλπιγξι, διὰ τὸ βούλεσθαι καταβαίνειν ἅθρους καὶ συντεταγμένους εἰς τὴν Ὑρκανίαν.συστησάμενος δὲ τὴν πορείαν ὡς ἐβούλετο καὶ παραγενόμενος ἐπὶ Τάμβρακα, πόλιν ἀτείχιστον, ἔχουσαν δὲ βασίλεια καὶ μέγεθος, αὐτοῦ κατεσκήνωσε.τῶν δὲ πλείστων πεποιημένων τὴν ἀποχώρησιν ἔκ τε τῆς μάχης καὶ τῆς περικειμένης χώρας εἰς τὴν προσαγορευομένην Σίρυγκα πόλιν — συνέβαινε κεῖσθαι ʼκείνην οὐ μακρὰν τῆς Τάμβρακος, εἶναι δὲ τῆς Ὑρκανίας ὡς ἂν εἰ βασίλειον διά τε τὴν ὀχυρότητα καὶ τὴν ἄλλην εὐκαιρίαν —ἔκρινε ταύτην ἐξελεῖν μετὰ βίας. ἀναλαβὼν οὖν τὴν δύναμιν προῆγε, καὶ περιστρατοπεδεύσας ἤρχετο τῆς πολιορκίας.ἦν δὲ τὸ πλεῖστον μέρος τῆς ἐπιβολῆς ἐν ταῖς χωστρίσι χελώναις. τάφροι γὰρ ἦσαν τριτταί, πλάτος μὲν οὐκ ἔλαττον ἔχουσαι τριάκοντα πηχῶν, βάθος δὲ πεντεκαίδεκα· ἐπὶ δὲ τοῖς χείλεσιν ἑκάστης ἐπέκειτο χαρακώματα διπλᾶ καὶ τελευταῖον προτείχισμα δυνατόν.συμπλοκαὶ μὲν οὖν ἐγίνοντο συνεχεῖς ἐπὶ τῶν ἔργων, ἐν αἷς οὐκ ἤνυον ἑκάτεροι φέροντες τοὺς νεκροὺς καὶ τοὺς τραυματίας διὰ τὸ μὴ μόνον ὑπὲρ γῆς, ἀλλὰ καὶ κατὰ γῆς διὰ τῶν ὀρυγμάτων ἐκ χειρὸς γίνεσθαι τοὺς κινδύνους.οὐ μὴν ἀλλὰ τῷ πλήθει καὶ τῇ τοῦ βασιλέως ἐνεργείᾳ ταχέως συνέβη καὶ τὰς τάφρους χωσθῆναι καὶ τὸ τεῖχος πεσεῖν διὰ τῶν ὀρυγμάτων.οὗ συμβάντος διατραπέντες οἱ βάρβαροι τοῖς ὅλοις, καὶ τοὺς μὲν Ἕλληνας κατασφάξαντες τοὺς ἐν τῇ πόλει, τὰ δʼ ἐπιφανέστατα τῶν σκευῶν διαρπάσαντες, νυκτὸς ἀπεχώρησαν.ὁ δὲ βασιλεὺς συνθεασάμενος Ὑπερβάσαν ἀπέστειλε μετὰ τῶν μισθοφόρων· οὗ συμμίξαντος οἱ βάρβαροι ῥίψαντες τὰς ἀποσκευὰς αὖθις εἰς τὴν πόλιν ἔφυγον.τῶν δὲ πελταστῶν ἐνεργῶς βιαζομένων διὰ τοῦ πτώματος, ἀπελπίσαντες σφᾶς αὐτοὺς παρέδοσαν. Ἀχριανή, πόλις Ὑρκανίας.Πολύβιος δεκάτῳ. Καλλιόπη, πόλις Παρθυαίων.Πολύβιος δεκάτῳ.βουλόμενοι δʼ οἱ ὕπατοι κατοπτεῦσαι σαφῶς τὰ πρὸς τὴν τῶν ὑπεναντίων στρατοπεδείαν κεκλιμένα μέρη τοῦ λόφου, τοῖς μὲν ἐν τῷ χάρακι μένειν κατὰ χώραν ἐπήγγειλαν,αὐτοὶ δὲ τῶν ἱππέων ἀναλαβόντες ἴλας δύο καὶ γροσφομάχους μετὰ τῶν ῥαβδοφόρων εἰς τριάκοντα προῆγον, κατασκεψόμενοι τοὺς τόπους.τῶν δὲ Νομάδων εἰθισμένοι τινὲς τοῖς ἀκροβολιζομένοις καὶ καθόλου προπορευομένοις ἐκ τοῦ τῶν ὑπεναντίων χάρακος ἐνέδρας ποιεῖν, ὑπεστάλκεισαν κατά τινα συντυχίαν ὑπὸ τὸν λόφον.