τῶν δʼ ἐπὶ ποσὸν κατορρωδούντων διὰ τὸ πλῆθος τῶν περιεστώτων πολεμίων, αὐτὸς εἰσελάσαι παραβόλως δοκεῖ καὶ τολμηρῶς εἰς τοὺς περικεχυμένους.μετὰ δὲ ταῦτα καὶ τῶν ἄλλων ἀναγκασθέντων ἐμβαλεῖν οἱ μὲν πολέμιοι καταπλαγέντες διέστησαν, ὁ δὲ Πόπλιος ἀνελπίστως σωθεὶς πρῶτος αὐτὸς τὸν υἱὸν σωτῆρα προσεφώνησε πάντων ἀκουόντων.περιγενομένης δʼ αὐτῷ τῆς ἐπʼ ἀνδρείᾳ φήμης ὁμολογουμένης διὰ τὴν προειρημένην χρείαν, λοιπὸν ἤδη πάντως αὑτὸν ἐδίδου κατὰ τοὺς ὕστερον καιροὺς εἰς τοὺς κατʼ ἰδίαν κινδύνους, ὅτʼ εἰς αὐτὸν ἀναρτηθεῖεν ὑπὸ τῆς πατρίδος αἱ τῶν ὅλων ἐλπίδες· ὅπερ ἴδιόν ἐστιν οὐ τῇ τύχῃ πιστεύοντος, ἀλλὰ νοῦν ἔχοντος ἡγεμόνος.μετὰ δὲ ταῦτα, πρεσβύτερον ἔχων ἀδελφὸν Λεύκιον, καὶ τούτου προσπορευομένου πρὸς τὴν ἀγορανομίαν, ἣν σχεδὸν ἐπιφανεστάτην ἀρχὴν εἶναι συμβαίνει τῶν νέων παρὰ Ῥωμαίοις,ἔθους δʼ ὄντος δύο πατρικίους καθίστασθαι, τότε δὲ καὶ πλειόνων προσπορευομένων, ἐκ πολλοῦ μὲν οὐκ ἐτόλμα μεταπορεύεσθαι τὴν αὐτὴν ἀρχὴν τἀδελφῷ·συνεγγιζούσης δὲ τῆς καταστάσεως, λογιζόμενος ἐκ τῆς τοῦ πλήθους φορᾶς οὐκ εὐμαρῶς τὸν ἀδελφὸν ἐφιξόμενον τῆς ἀρχῆς, τὴν δὲ πρὸς αὑτὸν εὔνοιαν τοῦ δήμου θεωρῶν μεγάλην ὑπάρχουσαν, καὶ μόνως οὕτως ὑπολαμβάνων κἀκεῖνον καθίξεσθαι τῆς προθέσεως, εἰ συμφρονήσαντες ἅμα ποιήσαιντο τὴν ἐπιβολήν, ἦλθεν ἐπί τινα τοιαύτην ἔννοιαν.θεωρῶν γὰρ τὴν μητέρα περιπορευομένην τοὺς νεὼς καὶ θύουσαν τοῖς θεοῖς ὑπὲρ τἀδελφοῦ καὶ καθόλου μεγάλην προσδοκίαν ἔχουσαν ὑπὲρ τοῦ μέλλοντος, ἧς μόνης ἔμελεν αὐτῷ —τὸν μὲν γὰρ πατέρα τότε πλεῖν συνέβαινεν εἰς Ἰβηρίαν στρατηγὸν καθεσταμένον ἐπὶ τὰς προειρημένας πράξεις — οὐ μὴν ἀλλʼ ἔφη πρὸς αὐτὴν ὄνειρον τεθεωρηκέναι δὶς ἤδη τὸν αὐτόν.δοκεῖν γὰρ ἅμα τἀδελφῷ καθεσταμένος ἀγορανόμος ἀναβαίνειν ἀπὸ τῆς ἀγορᾶς ὡς ἐπὶ τὴν οἰκίαν, ἐκείνην δὲ συναντᾶν αὐτοῖς εἰς τὰς θύρας καὶ περιπτύξασαν ἀσπάσασθαι.τῆς δὲ παθούσης τὸ γυναικεῖον πάθος καί τι προσεπιφθεγξαμένης "3Εἰ γὰρ ἐμοὶ ταύτην ἰδεῖν γένοιτο τὴν ἡμέραν"3 "3Βούλει"3 φησί "3μῆτερ, πεῖραν λάβωμεν;"3 τῆς δὲ συγκαταθεμένης, ὡς οὐ τολμήσοντος αὐτοῦ, πρὸς δὲ τὸν καιρὸν οἱονεὶ προσπαίζοντος — καὶ γὰρ ἦν κομιδῇ νέος — ἠξίου τήβενναν αὑτῷ λαμπρὰν εὐθέως ἑτοιμάσαι·τοῦτο γὰρ ἔθος ἐστὶ τοῖς τὰς ἀρχὰς μεταπορευομένοις.καὶ τῇ μὲν οὐδʼ ἐν νῷ τὸ ῥηθὲν ἦν, ὁ δὲ λαβὼν πρῶτον λαμπρὰν ἐσθῆτα κοιμωμένης ἔτι τῆς μητρὸς παρῆν εἰς τὴν ἀγοράν.τοῦ δὲ πλήθους καὶ διὰ τὸ παράδοξον καὶ διὰ τὴν προϋπάρχουσαν εὔνοιαν ἐκπληκτικῶς αὐτὸν ἀποδεξαμένου, καὶ μετὰ ταῦτα προελθόντος εἰς τὸν ἀποδεδειγμένον τόπον καὶ στάντος παρὰ τὸν ἀδελφόν,οὐ μόνον τῷ Ποπλίῳ περιέθεσαν οἱ πολλοὶ τὴν ἀρχήν, ἀλλὰ καὶ τἀδελφῷ διʼ ἐκεῖνον, καὶ παρῆσαν ἐπὶ τὴν οἰκίαν ἀμφότεροι γεγονότες ἀγορανόμοι.τῇ δὲ μητρὶ τοῦ πράγματος ἄφνω προσπεσόντος, περιχαρὴς οὖσα πρὸς τὰς θύρας ἀπήντα καὶ μετὰ παραστάσεως ἠσπάζετο τοὺς νεανίσκους,ὥστε τὸν Πόπλιον ἐκ τοῦ συμβαίνοντος δοκεῖν πᾶσι τοῖς προακηκοόσι τῶν ἐνυπνίων μὴ μόνον κατὰ τὸν ὕπνον, ἔτι δὲ μᾶλλον ὕπαρ καὶ μεθʼ ἡμέραν διαλέγεσθαι τοῖς θεοῖς.ὧν οὐδὲν ἦν ἐνύπνιον, ἀλλʼ ὑπάρχων εὐεργετικὸς καὶ μεγαλόδωρος καὶ προσφιλὴς κατὰ τὴν ἀπάντησιν συνελογίσατο τὴν τοῦ πλήθους πρὸς αὑτὸν εὔνοιαν.λοιπὸν πρός τε τὸν τοῦ δήμου καὶ τὸν τῆς μητρὸς καιρὸν ἁρμοσάμενος εὐστόχως οὐ μόνον καθίκετο τῆς προθέσεως, ἀλλὰ καὶ μετά τινος ἐδόκει θείας ἐπιπνοίας αὐτὸ πράττειν.οἱ γὰρ μὴ δυνάμενοι τοὺς καιροὺς μηδὲ τὰς αἰτίας καὶ διαθέσεις ἑκάστων ἀκριβῶς συνθεωρεῖν, ἢ διὰ φαυλότητα φύσεως ἢ διʼ ἀπειρίαν καὶ ῥᾳθυμίαν, εἰς θεοὺς καὶ τύχας ἀναφέρουσι τὰς αἰτίας τῶν διʼ ἀγχίνοιαν ἐκ λογισμοῦ καὶ προνοίας ἐπιτελουμένων.ταῦτα μὲν οὖν εἰρήσθω μοι χάριν τῶν ἀκουόντων, ἵνα μὴ συγκαταφερόμενοι ψευδῶς τῇ καθωμιλημένῃ δόξῃ περὶ αὐτοῦ παραπέμπωσι τὰ σεμνότατα καὶ κάλλιστα τἀνδρός, λέγω δὲ τὴν ἐπιδεξιότητα καὶ φιλοπονίαν.ἔτι δὲ μᾶλλον ἔσται τοῦτο συμφανὲς ἐπʼ αὐτῶν τῶν πράξεων.οὐ μὴν ἀλλὰ τότε συνηθροισμένων τῶν δυνάμεων παρεκάλει μὴ καταπεπλῆχθαι τὴν προγεγενημένην περιπέτειαν·οὐ γὰρ ταῖς ἀρεταῖς ἡττῆσθαι Ῥωμαίους ὑπὸ Καρχηδονίων οὐδέποτε, τῇ δὲ προδοσίᾳ τῇ Κελτιβήρων καὶ τῇ προπετείᾳ, διακλεισθέντων τῶν στρατηγῶν ἀπʼ ἀλλήλων διὰ τὸ πιστεῦσαι τῇ συμμαχίᾳ τῶν εἰρημένων.ὧν ἑκάτερα νῦν ἔφη περὶ τοὺς πολεμίους ὑπάρχειν· χωρὶς γὰρ ἀπʼ ἀλλήλων πολὺ διεσπασμένους στρατοπεδεύειν, τοῖς τε συμμάχοις ὑβριστικῶς χρωμένους ἅπαντας ἀπηλλοτριωκέναι καὶ πολεμίους αὑτοῖς παρεσκευακέναι.διὸ καὶ τοὺς μὲν ἤδη διαπέμπεσθαι πρὸς σφᾶς, τοὺς δὲ λοιπούς, ὡς ἂν τάχιστα θαρρήσωσι καὶ διαβάντας ἴδωσι τὸν ποταμόν, ἀσμένως ἥξειν, οὐχ οὕτως εὐνοοῦντας σφίσι, τὸ δὲ πλεῖον ἀμύνεσθαι σπουδάζοντας τὴν Καρχηδονίων εἰς αὐτοὺς ἀσέλγειαν,τὸ δὲ μέγιστον, στασιάζοντας πρὸς ἀλλήλους τοὺς τῶν ὑπεναντίων ἡγεμόνας ἅθρους διαμάχεσθαι πρὸς αὐτοὺς οὐ θελήσειν, κατὰ μέρος δὲ κινδυνεύοντας εὐχειρώτους ὑπάρχειν.