ὡς ἱππέων λελυκότων τὴν τάξιν τὴν ἐν οὐλαμοῖς, αἱρουμένων κινδυνεύειν, οὐδὲν ἐπισφαλέστερον ὑπάρχον οὐδʼ ἀχρειότερον.ταῦτα δʼ ὑποδείξας τοῖς τε πολλοῖς καὶ τοῖς ἀποτελείοις, αὖθις ἐπεπορεύετο τὰς πόλεις, ἐξετάζων πρῶτον μὲν εἰ συμπεριφέρονθʼ οἱ πολλοὶ τοῖς παραγγελλομένοις, δεύτερον δʼ εἰ κρατοῦσιν οἱ κατὰ πόλεις ἄρχοντες τοῦ σαφῶς καὶ δεόντως διδόναι τὰ παραγγέλματα,κρίνων πρὸς τὴν ἀλήθειαν οὐδὲν ἀναγκαιότερον εἶναι τῆς τῶνκατὰ μέρος ἡγεμόνων ἐμπειρίας. προκατασκευασάμενος δὲ τὰ προειρημένα τοῦτον τὸν τρόπον, συνῆγε τοὺς ἱππεῖς ἐκ τῶν πόλεων εἰς ἕνα τόπον, καὶ διʼ αὑτοῦ τὰς κινήσεις ἐπετέλει καὶ τὸν ὅλον χειρισμὸν αὐτὸς ἐποιεῖτο τῆς ἐξοπλισίας,οὐ προηγούμενος πάντων, ὅπερ οἱ νῦν ποιοῦσιν ἡγεμόνες, ὑπολαμβάνοντες ἡγεμονικὴν εἶναι τὴν πρώτην χώραν.τί γὰρ ἀπειρότερον, ἅμα δʼ ἐπισφαλέστερον ἄρχοντος, ὃς ὁρᾶται μὲν ὑπὸ πάντων τῶν ὑποτεταγμένων, ὁρᾷ δʼ οὐδένα;οὐ γὰρ στρατιωτικῆς ἐξουσίας, ἀλλʼ ἡγεμονικῆς ἐμπειρίας, ἅμα δὲ καὶ δυνάμεως δεῖγμα δεῖ φέρειν τὸν ἱππάρχην ἐν ταῖς ἐξοπλισίαις, ποτὲ μὲν ἐν πρώτοις, ποτὲ δʼ ἐν ἐσχάτοις, ποτὲ δὲ κατὰ μέσους γινόμενον.ὅπερ ὁ προειρημένος ἀνὴρ ἐποίει, παριππεύων καὶ πάντας ἐφορῶν αὐτός, καὶ προσδιασαφῶν αὐτοῖς ἀποροῦσι καὶ διορθῶν ἐν ἀρχαῖς πᾶν τὸ διαμαρτανόμενον.ἦν δὲ τὰ τοιαῦτα τελέως βραχέα καὶ σπάνια διὰ τὴν προγεγενημένην ἐν τοῖς κατὰ μέρος ἐπιμέλειαν.Δημήτριος ὁ Φαληρεὺς ἕως λόγου τὸ τοιοῦτον ὑπέδειξε, φήσας ὅτι καθάπερ ἐν οἰκοδομίαις, ἐὰν κατὰ μίαν πλίνθον θῇς καὶ καθʼ ἕνα δόμον ἐπιμελείας τύχῃ τὸ παρατεθέν, οὕτως ἐν στρατοπέδῳ τὸ κατʼ ἄνδρα καὶ κατὰ λόχον ἀκριβωθὲν ὅλην ποιεῖ τὴν δύναμιν ἰσχυράν. —εἶναι γὰρ τὸ νῦν γινόμενον ὁμοιότατον τῇ περὶ τὰς παρατάξεις οἰκονομίᾳ καὶ χειρισμῷ.καὶ γὰρ ἐπʼ ἐκείνων προκινδυνεύει μὲν ὡς ἐπίπαν καὶ προαπόλλυται τὰ κοῦφα καὶ τὰ πρακτικώτατα τῆς δυνάμεως, τὴν δʼ ἐπιγραφὴν τῶν ἐκβαινόντων ἡ φάλαγξ καὶ τὰ βαρέα λαμβάνει τῶν ὅπλων.νῦν δὲ παραπλησίως προκινδυνεύουσι μὲν Αἰτωλοὶ καὶ Πελοποννησίων οἱ τούτοις συμμαχοῦντες, ἐφεδρεύουσι δὲ Ῥωμαῖοι, φάλαγγος ἔχοντες διάθεσιν.κἂν μὲν οὗτοι πταίσαντες καταφθαρῶσιν, ἀναστρέψαντες ἐκ τῶν πραγμάτων ἀβλαβεῖς ἀπολυθήσονται Ῥωμαῖοι·νικησάντων δὲ τούτων, ὃ μὴ δόξειε τοῖς θεοῖς, ἅμα τούτοις καὶ τοὺς ἄλλους Ἕλληνας ὑφʼ αὑτοὺς ἐκεῖνοι ποιήσονται. —πᾶσαν γὰρ δημοκρατικὴν συμμαχίαν καὶ φιλίας πολλῆς δεῖσθαι διὰ τὰς ἐν τοῖς πλήθεσι γινομένας ἀλογίας. —ὅτι Φίλιππος ὁ βασιλεὺς Μακεδόνων μετὰ τὸ ἐκτελέσαι τὸν τῶν Νεμέων ἀγῶνα αὖθις εἰς Ἄργος ἐπανῆλθε καὶ τὸ μὲν διάδημα καὶ τὴν πορφύραν ἀπέθετο, βουλόμενος αὑτὸν ἴσον τοῖς πολλοῖς καὶ πρᾷόν τινα καὶ δημοτικὸν ὑπογράφειν.ὅσῳ δὲ τὴν ἐσθῆτα δημοτικωτέραν περιετίθετο, τοσούτῳ τὴν ἐξουσίαν ἐλάμβανε μείζω καὶ μοναρχικωτέραν.οὐ γὰρ ἔτι τὰς χήρας ἐπείρα γυναῖκας οὐδὲ τὰς ὑπάνδρους ἠρκεῖτο μοιχεύων, ἀλλʼ ἐκ προστάγματος ἣν αὐτῷ φανείη, προσπέμψας ἐκάλει, ταῖς δὲ μὴ προχείρως συνυπακουούσαις ἐνύβριζε, κώμους ποιούμενος ἐπὶ τὰς οἰκίας.καὶ τῶν μὲν τοὺς υἱεῖς, τῶν δὲ τοὺς ἄνδρας ἀνακαλούμενος ἐπὶ προφάσεσιν ἀλόγοις διέσειε, καὶ πολλὴν ἀσέλγειαν ἐναπεδείκνυτο καὶ παρανομίαν.διὸ καὶ χρώμενος τῇ κατὰ τὴν παρεπιδημίαν ἐξουσίᾳ ἀνέδην πολλοὺς ἐλύπει τῶν Ἀχαιῶν, καὶ μάλιστα τοὺς μετρίους ἄνδρας.πιεζόμενοι δὲ διὰ τὸ πανταχόθεν αὐτοῖς περιεστάναι τὸν πόλεμον ἠναγκάζοντο καρτερεῖν καὶ φέρειν τὰ παρὰ φύσιν.ὅτι [Φιλίππου] οὐκ ἂν ἀγαθὰ μείζω τις σχοίη πρὸς βασιλείαν οὐδεὶς τῶν πρότερον οὐδὲ κακὰ τούτου τοῦ βασιλέως.καί μοι δοκεῖ τὰ μὲν ἀγαθὰ φύσει περὶ αὐτὸν ὑπάρξαι, τὰ δὲ κακὰ προβαίνοντι κατὰ τὴν ἡλικίαν ἐπιγενέσθαι, καθάπερ ἐνίοις ἐπιγίνεται γηράσκουσι τῶν ἵππων.καίπερ ἡμεῖς οὐκ ἐν τοῖς προοιμίοις, ὥσπερ τῶν λοιπῶν συγγραφέων, προφερόμεθα τὰς τοιαύτας διαλήψεις, ἀλλʼ ἐπʼ αὐτῶν τῶν πραγμάτων ἀεὶ τὸν καθήκοντα λόγον ἁρμόζοντες ἀποφαινόμεθα περί τε τῶν βασιλέων καὶ τῶν ἐπιφανῶν ἀνδρῶν,νομίζοντες ταύτην οἰκειοτέραν εἶναι καὶ τοῖς γράφουσι καὶ τοῖς ἀναγινώσκουσι τὴν ἐπισημασίαν.ἔστι τοίνυν ἡ Μηδία κατά τε τὸ μέγεθος τῆς χώρας ἀξιοχρεωτάτη τῶν κατὰ τὴν Ἀσίαν δυναστειῶν καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὰς ἀρετὰς τῶν ἀνδρῶν, ὁμοίως δὲ καὶ τῶν ἵππων·τοῖς γὰρ ζῴοις τούτοις σχεδὸν ἅπασαν χορηγεῖ τὴν Ἀσίαν τῷ καὶ τὰ βασιλικὰ συστήματα τῶν ἱπποτροφιῶν Μήδοις ἐπιτετράφθαι διὰ τὴν τῶν τόπων εὐφυΐαν.περιοικεῖται δὲ πόλεσιν Ἑλληνίσι κατὰ τὴν ὑφήγησιν τὴν Ἀλεξάνδρου, φυλακῆς ἕνεκεν τῶν συγκυρούντων αὐτῇ βαρβάρων πλὴν Ἐκβατάνων.αὕτη δʼ ἔκτισται μὲν ἐν τοῖς πρὸς τὰς ἄρκτους μέρεσι τῆς Μηδίας, ἐπίκειται δὲ τοῖς περὶ τὴν Μαιῶτιν καὶ τὸν Εὔξεινον μέρεσι τῆς Ἀσίας,ἦν δὲ βασίλειον ἐξ ἀρχῆς Μήδων, πλούτῳ δὲ καὶ τῇ τῆς κατασκευῆς πολυτελείᾳ μέγα τι παρὰ τὰς ἄλλας δοκεῖ διενηνοχέναι πόλεις.κεῖται μὲν οὖν ὑπὸ τὴν παρώρειαν τὴν παρὰ τὸν Ὀρόντην, ἀτείχιστος οὖσα, ἄκραν δʼ ἐν αὑτῇ χειροποίητον ἔχει, θαυμασίως πρὸς ὀχυρότητα κατεσκευασμένην.