τῶν δὲ κατὰ τὴν παράκλησιν λόγων ἅμα μὲν ἀπολογισμοῖς ἀκριβέσι μεμιγμένων, ἅμα δʼ ἐπαγγελίαις χρυσῶν στεφάνων, ἐπὶ δὲ πᾶσι τούτοις θεοῦ προνοίᾳ, τελέως μεγάλην ὁρμὴν καὶ προθυμίαν παρίστασθαι συνέβαινε τοῖς νεανίσκοις.τῇ δʼ ἐπαύριον κατὰ μὲν τοὺς ἐκ τῆς θαλάττης τόπους περιστήσας ναῦς παντοδαποῖς βέλεσιν ἐξηρτυμένας καὶ δοὺς τὴν ἐπιτροπὴν Γαΐῳ, κατὰ δὲ γῆν τοὺς εὐρωστοτάτους τῶν ἀνδρῶν εἰς δισχιλίους ὁμόσε τοῖς κλιμακοφόροις ἐπιστήσας, ἐνήρχετο τῆς πολιορκίας κατὰ τρίτην ὥραν.ὁ δὲ Μάγων ὁ τεταγμένος ἐπὶ τῆς πόλεως τὸ μὲν τῶν χιλίων σύνταγμα διελὼν τοὺς μὲν ἡμίσεις ἐπὶ τῆς ἄκρας ἀπέλιπε, τοὺς δʼ ἄλλους ἐπὶ τοῦ πρὸς ἀνατολὰς λόφου παρενέβαλε·τῶν δὲ λοιπῶν τοὺς εὐρωστοτάτους περὶ δισχιλίους κατεσκευακὼς τοῖς ὑπάρχουσι κατὰ τὴν πόλιν ὅπλοις ἐπέστησε κατὰ τὴν πύλην τὴν φέρουσαν ἐπὶ τὸν ἰσθμὸν καὶ τὴν τῶν πολεμίων στρατοπεδείαν· τοῖς δὲ λοιποῖς παρήγγειλε βοηθεῖν κατὰ δύναμιν πρὸς πάντα τὰ μέρη τοῦ τείχους.ἅμα δὲ τῷ τὸν Πόπλιον ταῖς σάλπιγξι διασημῆναι [καὶ] τὸν καιρὸν τῆς προσβολῆς, ἐξαφίησι τοὺς καθωπλισμένους ὁ Μάγων διὰ τῆς πύλης, πεπεισμένος ὅτι καταπλήξεται τοὺς ὑπεναντίους καὶ τὸ παράπαν ἀφελεῖται τὴν ἐπιβολὴν αὐτῶν.προσπεσόντων δὲ τούτων ἐρρωμένως τοῖς ἐκ τοῦ στρατοπέδου κατὰ τὸν ἰσθμὸν παρατεταγμένοις ἐγίνετο μάχη λαμπρὰ καὶ παρακελευσμὸς ἐξ ἀμφοῖν ἐναγώνιος, τῶν μὲν ἐκ τοῦ στρατοπέδου, τῶν δʼ ἐκ τῆς πόλεως τοῖς ἰδίοις ἑκατέρων ἐπιβοώντων.τῆς δὲ διὰ τῶν βοηθούντων ἐπικουρίας οὐχ ὁμοίας ὑπαρχούσης διὰ τὸ τοῖς μὲν Καρχηδονίοις διὰ μιᾶς πύλης καὶ σχεδὸν ἀπὸ δυεῖν σταδίοιν γίνεσθαι τὴν παρουσίαν, τοῖς δὲ Ῥωμαίοις ἐκ χειρὸς καὶ κατὰ πολὺν τόπον, ἄνισος ἦν ἡ μάχη παρὰ ταύτην τὴν αἰτίαν.ὁ γὰρ Πόπλιος ἑκὼν ἐπέστησε τοὺς αὑτοῦ παρʼ αὐτὴν τὴν στρατοπεδείαν χάριν τοῦ προκαλέσασθαι τοὺς πολεμίους πορρωτάτω, σαφῶς γινώσκων, ἐὰν διαφθείρῃ τούτους, ὄντας οἷον εἰ στόμα τοῦ κατὰ τὴν πόλιν πλήθους, ὅτι διατραπήσεται τὰ ὅλα καὶ τὴν πύλην οὐκέτι τῶν ἔνδον οὐδεὶς ἐξιέναι θαρρήσει.οὐ μὴν ἀλλʼ ἕως μέν τινος ἐφάμιλλον συνέβαινε γίνεσθαι τὴν μάχην, ὡς ἐξ ἀμφοῖν κατʼ ἐκλογὴν τῶν ἀρίστων ἀνδρῶν προκεκριμένων· τέλος δʼ ἐξωθούμενοι τῷ βάρει διὰ τοὺς ἐκ τῆς παρεμβολῆς προσγινομένους ἐτράπησαν οἱ παρὰ τῶν Καρχηδονίων,καὶ πολλοὶ μὲν αὐτῶν ἐν τῷ τῆς μάχης καιρῷ διεφθάρησαν καὶ κατὰ τὴν ἀποχώρησιν, οἱ δὲ πλείους ἐν τῷ παραπίπτειν εἰς τὴν πύλην ὑφʼ αὑτῶν ἠλοήθησαν.οὗ συμβαίνοντος ὁ κατὰ τὴν πόλιν ὄχλος οὕτως ἐπτοήθη πᾶς ὥστε καὶ τοὺς ἀπὸ τῶν τειχῶν φεύγειν.παρʼ ὀλίγον μὲν οὖν ἦλθον οἱ Ῥωμαῖοι τοῦ συνεισπεσεῖν τότε μετὰ τῶν φευγόντων· οὐ μὴν ἀλλὰ τάς γε κλίμακας τῷ τείχει μετʼ ἀσφαλείας προσήρεισαν.ὁ δὲ Πόπλιος ἐδίδου μὲν αὑτὸν εἰς τὸν κίνδυνον, ἐποίει δὲ τοῦτο κατὰ δύναμιν ἀσφαλῶς·εἶχε γὰρ μεθʼ αὑτοῦ τρεῖς ἄνδρας θυρεοφοροῦντας, οἳ παρατιθέντες τοὺς θυρεοὺς καὶ τὴν ἀπὸ τοῦ τείχους ἐπιφάνειαν σκεπάζοντες ἀσφάλειαν αὐτῷ παρεσκεύαζον.διὸ παρὰ τὰ πλάγια καὶ τοὺς ὑπερδεξίους τόπους ἐπιπαριὼν μεγάλα συνεβάλλετο πρὸς τὴν χρείαν·ἅμα μὲν γὰρ ἑώρα τὸ γινόμενον, ἅμα δʼ αὐτὸς ὑπὸ πάντων ὁρώμενος ἐνειργάζετο προθυμίαν τοῖς ἀγωνιζομένοις.ἐξ οὗ συνέβαινε μηδὲν ἐλλιπὲς γίνεσθαι τῶν πρὸς τὸν κίνδυνον, ἀλλʼ ὁπότε τινʼ αὐτῷ πρὸς τὸ προκείμενον ὁ καιρὸς ὑποδείξειε, πᾶν ἐκ χειρὸς ἀεὶ συνηργεῖτο πρὸς τὸ δέον.ὁρμησάντων δὲ ταῖς κλίμαξι περὶ τὴν ἀνάβασιν τῶν πρώτων τεθαρρηκότως, οὐχ οὕτως τὸ πλῆθος τῶν ἀμυνομένων ἐπικίνδυνον ἐποίει τὴν προσβολὴν ὡς τὸ μέγεθος τῶν τειχῶν.διὸ καὶ μᾶλλον ἐπερρώσθησαν οἱ κατὰ τὰ τείχη, θεωροῦντες τὴν δυσχρηστίαν τῶν συμβαινόντων.ἔνιαι μὲν γὰρ συνετρίβοντο τῶν κλιμάκων, πολλῶν ἅμα διὰ τὸ μέγεθος συνεπιβαινόντων· ἐφʼ αἷς δʼ οἱ πρῶτοι προσβαίνοντες ἐσκοτοῦντο διὰ τὴν εἰς ὕψος ἀνάτασιν καὶ βραχείας προσδεόμενοι τῆς ἐκ τῶν ἀμυνομένων ἀντιπράξεως ἐρρίπτουν σφᾶς αὐτοὺς ἀπὸ τῶν κλιμάκων.ὅτε δὲ καὶ δοκοὺς ἤ τι τοιοῦτον ἐγχειρήσαιεν ἐπιρρίπτειν ἀπὸ τῶν ἐπάλξεων, ὁμοῦ πάντες ἀπεσύροντο καὶ κατεφέροντο πρὸς τὴν γῆν.οὐ μὴν ἀλλὰ τοιούτων ἀπαντωμένων οὐδὲν ἱκανὸν ἦν πρὸς τὸ κωλύειν τὴν ἐπιφορὰν καὶ τὴν ὁρμὴν τῶν Ῥωμαίων, ἀλλʼ ἔτι καταφερομένων τῶν πρώτων ἐπέβαινον οἱ συνεχεῖς ἐπὶ τὴν ἐκλείπουσαν ἀεὶ χώραν.ἤδη δὲ τῆς ἡμέρας προβαινούσης, καὶ τῶν στρατιωτῶν τετρυμμένων ὑπὸ τῆς κακοπαθείας, ἀνεκαλέσατο ταῖς σάλπιγξιν ὁ στρατηγὸς τοὺς προσβάλλοντας.οἱ μὲν οὖν ἔνδον περιχαρεῖς ἦσαν ὡς ἀποτετριμμένοι τὸν κίνδυνον·ὁ δὲ Πόπλιος, προσδοκῶν ἤδη τὸν τῆς ἀμπώτεως καιρόν, κατὰ μὲν τὴν λίμνην ἡτοίμασε πεντακοσίους ἄνδρας μετὰ κλιμάκων,κατὰ δὲ τὴν πύλην καὶ τὸν ἰσθμὸν νεαλεῖς ποιήσας τοὺς στρατιώτας καὶ παρακαλέσας προσανέδωκε κλίμακας πλείους τῶν πρότερον, ὥστε συνεχῶς πλῆρες γενέσθαι τὸ τεῖχος τῶν προσβαινόντων.ἅμα δὲ τῷ σημῆναι τὸ πολεμικὸν καὶ προσθέντας τῷ τείχει τὰς κλίμακας προσβαίνειν κατὰ πάντα τὰ μέρη τεθαρρηκότως μεγάλην συνέβαινε ταραχὴν καὶ διατροπὴν γίνεσθαι τῶν ἔνδον.