οἱ δὲ Καρχηδόνιοι τοῦ δυστυχήματος αὐτοῖς ἀναγγελθέντος ποιεῖν μὲν οὐδὲν εἶχον, ἐσχετλίαζον δὲ καὶ περιπαθεῖς γινόμενοι τῇ συμφορᾷ πρὸς μὲν Ἀμίλκαν καὶ τὸν ἕτερον τῶν στρατηγῶν Ἄννωνα πρεσβευτὰς ἐξέπεμπον, δεόμενοι βοηθεῖν καὶ τιμωρεῖν τοῖς ἠτυχηκόσι.πρὸς δὲ τοὺς ἠσεβηκότας κήρυκας ἐξαπέστελλον περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως.οἱ δʼ οὔτʼ ἔδοσαν, προεῖπόν τε τοῖς παροῦσιν μήτε κήρυκα πέμπειν πρὸς σφᾶς μήτε πρεσβευτήν, ὡς τῆς αὐτῆς κολάσεως ὑπομενούσης τοὺς παραγενομένους ἧς νῦν Γέσκων τέτευχε.πρὸς δὲ τὸ λοιπὸν ἐδογματοποίησαν καὶ παρῄνεσαν αὑτοῖς, ὃν μὲν ἂν λάβωσιν Καρχηδονίων, τιμωρησαμένους ἀποκτείνειν· ὃν δʼ ἂν τῶν συμμαχούντων αὐτοῖς, ἀποκόψαντας τὰς χεῖρας αὖθις εἰς Καρχηδόνʼ ἀποπέμπειν. ὃ δὴ καὶ διετέλεσαν ἐπιμελῶς ποιοῦντες.διόπερ εἰς ταῦτα βλέπων οὐκ ἄν τις εἰπεῖν ὀκνήσειεν ὡς οὐ μόνον τὰ σώματα τῶν ἀνθρώπων καί τινα τῶν ἐν αὐτοῖς γεννωμένων ἑλκῶν καὶ φυμάτων ἀποθηριοῦσθαι συμβαίνει καὶ τελέως ἀβοήθητα γίνεσθαι, πολὺ δὲ μάλιστα τὰς ψυχάς.ἐπί τε γὰρ τῶν ἑλκῶν, ἐὰν μὲν θεραπείαν τοῖς τοιούτοις προσάγῃ τις, ὑπʼ αὐτῆς ἐνίοτε ταύτης ἐρεθιζόμενα θᾶττον ποιεῖται τὴν νομήν· ἐὰν δὲ πάλιν ἀφῇ, κατὰ τὴν ἐξ αὑτῶν φύσιν φθείροντα τὸ συνεχὲς οὐκ ἴσχει παῦλαν, ἕως ἂν ἀφανίσῃ τὸ ὑποκείμενον·ταῖς τε ψυχαῖς παραπλησίως τοιαῦται πολλάκις ἐπιφύονται μελανίαι καὶ σηπεδόνες ὥστε μηδὲν ἀσεβέστερον ἀνθρώπου μηδʼ ὠμότερον ἀποτελεῖσθαι τῶν ζῴων.οἷς ἐὰν μὲν συγγνώμην τινὰ προσάγῃς καὶ φιλανθρωπίαν, ἐπιβουλὴν καὶ παραλογισμὸν ἡγούμενοι τὸ συμβαῖνον ἀπιστότεροι καὶ δυσμενέστεροι γίνονται πρὸς τοὺς φιλανθρωποῦντας·ἐὰν δʼ ἀντιτιμωρῇ, διαμιλλώμενοι τοῖς θυμοῖς οὐκ ἔστι τι τῶν ἀπειρημένων ἢ δεινῶν ὁποῖον οὐκ ἀναδέχονται, σὺν καλῷ τιθέμενοι τὴν τοιαύτην τόλμαν· τέλος δʼ ἀποθηριωθέντες ἐξέστησαν τῆς ἀνθρωπίνης φύσεως.τῆς δὲ διαθέσεως ἀρχηγὸν μὲν καὶ μεγίστην μερίδα νομιστέον ἔθη μοχθηρὰ καὶ τροφὴν ἐκ παίδων κακήν, συνεργὰ δὲ καὶ πλείω, μέγιστα δὲ τῶν συνεργῶν τὰς ἀεὶ τῶν προεστώτων ὕβρεις καὶ πλεονεξίας.ἃ δὴ τότε συνέβαινε καὶ περὶ μὲν τὸ σύστημα τῶν μισθοφόρων, ἔτι δὲ μᾶλλον περὶ τοὺς ἡγεμόνας αὐτῶν ὑπάρχειν.Ἀμίλκας δὲ δυσχρηστούμενος τῇ τῶν πολεμίων ἀπονοίᾳ τὸν μὲν Ἄννωνα πρὸς ἑαυτὸν ἐκάλει, πεπεισμένος ἁθροισθέντων ὁμοῦ τῶν στρατοπέδων θᾶττον ἐπιθήσειν τέλος τοῖς ὅλοις.τῶν δὲ πολεμίων οὕς ποτε κρατήσειε, τοὺς μὲν ἐν χειρῶν νόμῳ διέφθειρεν, τοὺς δὲ ζωγρίᾳ πρὸς αὐτὸν εἰσαναχθέντας ὑπέβαλλε τοῖς θηρίοις, μίαν ὁρῶν λύσιν ταύτην, εἰ δυνηθείη τοὺς ἐχθροὺς ἄρδην ἀφανίσαι.δοκούντων δὲ τῶν Καρχηδονίων ἐπικυδεστέρας ἐλπίδας ἔχειν ἤδη κατὰ τὸν πόλεμον, γίνεταί τις ὁλοσχερὴς καὶ παράδοξος περὶ αὐτοὺς παλίρροια τῶν πραγμάτων.οἵ τε γὰρ στρατηγοὶ συνελθόντες ἐπὶ ταὐτὸ διεστασίασαν πρὸς σφᾶς ἐπὶ τοσοῦτον ὥστε μὴ μόνον τοὺς κατὰ τῶν ἐχθρῶν παραλείπειν καιρούς, ἀλλὰ καὶ κατὰ σφῶν αὐτῶν πολλὰς ἀφορμὰς διδόναι τοῖς ὑπεναντίοις διὰ τὴν πρὸς ἀλλήλους φιλονικίαν.ἃ δὴ καὶ συνέντες οἱ Καρχηδόνιοι τῷ μὲν ἑνὶ τῶν στρατηγῶν ἀπαλλάττεσθαι προσέταξαν, τῷ δʼ ἑτέρῳ μένειν, ὃν ἂν αἱ δυνάμεις προκρίνωσιν.ἅμα δὲ τούτοις καὶ τὰς παρακομιζομένας ἀγορὰς ἐκ τῶν παρʼ αὐτοῖς καλουμένων Ἐμπορίων, ἐφʼ αἷς εἶχον τὰς μεγίστας ἐλπίδας περί τε τῆς τροφῆς καὶ τῶν ἄλλων ἐπιτηδείων, διαφθαρῆναι συνέβη κατὰ θάλατταν ὁλοσχερῶς ὑπὸ χειμῶνος.τὰ δὲ κατὰ τὴν Σαρδόνα, καθάπερ ἐπάνω προεῖπον, ἐτύγχανεν ἀπηλλοτριωμένα, μεγάλας αὐτοῖς αἰεί ποτε χρείας παρεχομένης τῆς νήσου ταύτης κατὰ τὰς περιστάσεις.τὸ δὲ μέγιστον, ἡ τῶν Ἱππακριτῶν καὶ τῶν Ἰτυκαίων ἀπέστη πόλις, αἵτινες ἐτύγχανον μόναι τῶν κατὰ τὴν Λιβύην οὐ μόνον τὸν ἐνεστῶτα πόλεμον ἀναδεδεγμέναι γενναίως, ἀλλὰ καὶ τοὺς κατʼ Ἀγαθοκλέα καιροὺς καὶ τὴν Ῥωμαίων ἔφοδον εὐγενῶς ὑπομεμενηκυῖαι καὶ συλλήβδην οὐδέποτε βεβουλευμέναι Καρχηδονίοις οὐδὲν ὑπεναντίον.τότε δὲ χωρὶς τῆς ἀλόγου πρὸς τοὺς Λίβυας ἀποστάσεως καὶ διὰ τῆς μεταθέσεως εὐθέως τούτοις μὲν τὴν μεγίστην οἰκειότητα καὶ πίστιν ἐναπεδείξαντο, πρὸς δὲ τοὺς Καρχηδονίους ἀπαραίτητον ὀργὴν ἐνεστήσαντο καὶ μῖσος.τοὺς μὲν γὰρ παραβεβοηθηκότας αὐτοῖς παρʼ ἐκείνων, ὄντας εἰς πεντακοσίους, καὶ τὸν ἡγεμόνα τούτων ἀποκτείναντες ἅπαντας ἔρριψαν κατὰ τοῦ τείχους, τὴν δὲ πόλιν ἐνεχείρισαν τοῖς Λίβυσι· τοῖς γε μὴν Καρχηδονίοις οὐδὲ θάψαι συνεχώρησαν τοὺς ἠτυχηκότας αἰτουμένοις.τούτων δὲ συμβαινόντων οἱ μὲν περὶ τὸν Μάθω καὶ Σπένδιον ἐπαρθέντες τοῖς συμβεβηκόσιν πολιορκεῖν ἐνεχείρησαν αὐτὴν τὴν Καρχηδόνα.Βάρκας δὲ παραλαβὼν Ἀννίβαν τὸν στρατηγόν· τοῦτον γὰρ ἐξαπέστειλαν οἱ πολῖται πρὸς τὰς δυνάμεις, ἐπεὶ τὸν Ἄννωνα τὸ στρατόπεδον ἔκρινε δεῖν ἀπαλλάττεσθαι κατὰ τὴν ὑπὸ τῶν Καρχηδονίων αὐτοῖς δοθεῖσαν ἐπιτροπὴν περὶ τὰς γενομένας τῶν στρατηγῶν στάσεις πρὸς ἀλλήλους·διόπερ Ἀμίλκας ἔχων τοῦτόν τε καὶ Ναραύαν ἐπῄει τὴν χώραν, διακλείων τὰς χορηγίας τοῖς περὶ τὸν Μάθω καὶ Σπένδιον, μεγίστην αὐτῷ παρεχομένου χρείαν περί τε ταῦτα καὶ τἄλλα Ναραύα τοῦ Νομάδος.