κἄπειτʼ ἐκ μεταβολῆς τοῖς προπίπτουσι τῶν διωκόντων, τοτὲ μὲν περιπλέοντες τοτὲ δὲ πλάγιοι προσπίπτοντες στρεφομένοις καὶ δυσχρηστοῦσι διὰ τὸ βάρος τῶν πλοίων καὶ διὰ τὴν ἀπειρίαν τῶν πληρωμάτων, ἐμβολάς τε συνεχεῖς ἐδίδοσαν καὶ πολλὰ τῶν σκαφῶν ἐβάπτιζον·εἴτε κινδυνεύοι τις τῶν συμμάχων, ἑτοίμως παρεβοήθουν ἔξω τοῦ δεινοῦ καὶ μετʼ ἀσφαλείας, παρὰ τὰς πρύμνας κατὰ τὸ πέλαγος ποιούμενοι τὸν πλοῦν.τοῖς γε μὴν Ῥωμαίοις τἀναντία τούτων συνέβαινε· τοῖς τε γὰρ πιεζομένοις οὐκ ἦν εἰς τοὔπισθεν δυνατὸν ἀποχωρεῖν, πρὸς τῇ γῇ ποιουμένοις τὸν κίνδυνον, ἀεὶ δὲ τὸ θλιβόμενον ὑπὸ τῶν κατὰ πρόσωπον σκάφος ἢ τοῖς βραχέσι περιπῖπτον ἐκάθιζε κατὰ πρύμναν ἢ πρὸς τὴν γῆν φερόμενον ἐπώκελλε.διεκπλεῖν μὲν οὖν διὰ τῶν πολεμίων νεῶν καὶ κατόπιν ἐπιφαίνεσθαι τοῖς ἤδη πρὸς ἑτέρους διαμαχομένοις, ὅπερ ἐν τῷ ναυμαχεῖν ἐστι πρακτικώτατον, ἀδυνάτως εἶχον διά τε τὴν βαρύτητα τῶν πλοίων, προσέτι δὲ καὶ τὴν ἀπειρίαν τῶν πληρωμάτων.οὐδὲ μὴν ἐπιβοηθεῖν τοῖς δεομένοις κατὰ πρύμναν ἐδύναντο διὰ τὸ συγκεκλεῖσθαι πρὸς τῇ γῇ καὶ μηδὲ μικρὸν ἀπολείπεσθαι τόπον τοῖς βουλομένοις ἐπαρκεῖν τῷ δεομένῳ.τοιαύτης δὲ δυσχρηστίας ὑπαρχούσης περὶ τὸν ὅλον ἀγῶνα, καὶ τῶν μὲν καθιζόντων ἐν τοῖς βράχεσι, τῶν δʼ ἐκπιπτόντων σκαφῶν, κατιδὼν ὁ στρατηγὸς τῶν Ῥωμαίων τὸ συμβαῖνον ὥρμησε πρὸς φυγήν, ἀπὸ τῶν εὐωνύμων παρὰ τὴν γῆν ἐξελίξας, καὶ σὺν αὐτῷ περὶ τριάκοντα νῆας, αἵπερ ἔτυχον ἐγγὺς οὖσαι.τῶν δὲ λοιπῶν σκαφῶν, ὄντων ἐνενήκοντα καὶ τριῶν, ἐκυρίευσαν οἱ Καρχηδόνιοι καὶ τῶν πληρωμάτων, ὅσοι μὴ τῶν ἀνδρῶν τὰς ναῦς εἰς τὴν γῆν ἐκβαλόντες ἀπεχώρησαν.γενομένης δὲ τῆς ναυμαχίας τοιαύτης Ἀτάρβας μὲν εὐδοκίμει παρὰ τοῖς Καρχηδονίοις, ὡς διʼ αὑτὸν καὶ διὰ τὴν ἰδίαν πρόνοιαν καὶ τόλμαν κατωρθωκώς,Πόπλιος δὲ παρὰ τοῖς Ῥωμαίοις ἠδόξει καὶ διεβέβλητο μεγάλως, ὡς εἰκῇ καὶ ἀλογίστως τοῖς πράγμασι κεχρημένος καὶ τὸ καθʼ αὑτὸν οὐ μικροῖς ἐλαττώμασι περιβεβληκὼς τὴν Ῥώμην·διὸ καὶ μετὰ ταῦτα μεγάλαις ζημίαις καὶ κινδύνοις κριθεὶς περιέπεσεν.οὐ μὴν οἵ γε Ῥωμαῖοι, καίπερ τοιούτων συμβεβηκότων, διὰ τὴν ὑπὲρ τῶν ὅλων φιλοτιμίαν οὐδὲν ἀπέλειπον τῶν ἐνδεχομένων, ἀλλʼ εἴχοντο τῶν ἑξῆς πραγμάτων.διὸ καὶ συνάψαντος τοῦ κατὰ τὰς ἀρχαιρεσίας χρόνου, στρατηγοὺς ὑπάτους καταστήσαντες παραυτίκα τὸν ἕτερον αὐτῶν ἐξέπεμπον Λεύκιον Ἰούνιον, τάς τε σιταρχίας παρακομίζοντα τοῖς τὸ Λιλύβαιον πολιορκοῦσι καὶ τὰς ἄλλας ἀγορὰς καὶ χορηγίας τῷ στρατοπέδῳ· πρὸς δὲ καὶ παραπομποὺς τούτοις ἐπλήρωσαν ἑξήκοντα ναῦς.ὁ δʼ Ἰούνιος ἀφικόμενος εἰς τὴν Μεσσήνην καὶ προσλαβὼν τὰ συνηντηκότα τῶν πλοίων ἀπό τε τοῦ στρατοπέδου καὶ τῆς ἄλλης Σικελίας παρεκομίσθη κατὰ σπουδὴν εἰς τὰς Συρακούσας, ἔχων ἑκατὸν εἴκοσι σκάφη καὶ τὴν ἀγορὰν σχεδὸν ἐν ὀκτακοσίαις ναυσὶ φορτηγοῖς.ἐντεῦθεν δὲ παραδοὺς τοῖς ταμίαις τὰς ἡμισείας φορτηγοὺς καί τινα τῶν μακρῶν πλοίων ἐξαπέστειλε, διακομισθῆναι σπουδάζων τῷ στρατοπέδῳ τὰ πρὸς τὴν χρείαν.αὐτὸς δʼ ἐν ταῖς Συρακούσαις ὑπέμενε, τούς τε κατὰ πλοῦν ἀφυστεροῦντας ἐκ τῆς Μεσσήνης ἀναδεχόμενος καὶ παρὰ τῶν ἐκ τῆς μεσογαίου συμμάχων σῖτον προσαναλαμβάνων.κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀτάρβας μὲν ἄνδρας τοὺς ἐν τῇ ναυμαχίᾳ ληφθέντας καὶ τὰς αἰχμαλώτους νῆας ἐξαπέστειλεν εἰς τὴν Καρχηδόνα,Καρθάλωνα δὲ τὸν συνάρχοντα δοὺς τριάκοντα ναῦς ἐξέπεμψε πρὸς αἷς ἔχων αὐτὸς ἑβδομήκοντα κατέπλευσεν,προστάξας ἄφνω προσπεσόντα ταῖς ὁρμούσαις παρὰ τὸ Λιλύβαιον τῶν πολεμίων ναυσίν, ὧν μὲν ἂν δυνατὸς ᾖ κυριεῦσαι, ταῖς δὲ λοιπαῖς πῦρ ἐμβαλεῖν.πεισθέντος δὲ τοῦ Καρθάλωνος καὶ ποιησαμένου τὸν ἐπίπλουν ὑπὸ τὴν ἑωθινὴν καὶ τὰ μὲν ἐμπιπρῶντος τὰ δʼ ἀποσπῶντος τῶν πλοίων, μεγάλην συνέπεσε γενέσθαι ταραχὴν περὶ τὸ τῶν Ῥωμαίων στρατόπεδον.προσβοηθούντων γὰρ αὐτῶν ἐπὶ τὰς ναῦς καὶ γινομένης κραυγῆς, συννοήσας Ἰμίλκων ὁ τὸ Λιλύβαιον τηρῶν καὶ θεωρῶν ἤδη τῆς ἡμέρας ὑποφαινούσης τὸ συμβαῖνον, ἐπαποστέλλει τοὺς ἐκ τῆς πόλεως μισθοφόρους.οἱ δὲ Ῥωμαῖοι, τοῦ δεινοῦ πανταχόθεν αὐτοὺς περιστάντος, οὐκ εἰς μικρὰν οὐδʼ εἰς τὴν τυχοῦσαν ἦλθον διατροπήν.ὁ δὲ τῶν Καρχηδονίων ναύαρχος ὀλίγα τῶν σκαφῶν τὰ μὲν ἀποσπάσας τὰ δὲ συντρίψας, μετὰ ταῦτα μικρὸν ἀπὸ τοῦ Λιλυβαίου παρακομισθεὶς ὡς ἐφʼ Ἡρακλείας ἐτήρει, βουλόμενος διακωλύειν τοὺς ἐπὶ τὸ στρατόπεδον πλέοντας.προσαγγειλάντων δὲ τῶν σκοπῶν πλῆθος ἱκανὸν πλοίων προσφέρεσθαι παντοδαπῶν καὶ συνεγγίζειν, ἀναχθεὶς ἔπλει, συμμῖξαι σπεύδων διὰ τὸ καταφρονεῖν τῶν Ῥωμαίων ἐκ τοῦ προγεγενημένου προτερήματος.ὁμοίως δὲ καὶ τοῖς ἐκ τῶν Συρακουσῶν προαπεσταλμένοις ταμίαις ἀνήγγειλαν οἱ προπλεῖν εἰθισμένοι λέμβοι τὸν ἐπίπλουν τῶν ὑπεναντίων.οἱ δὲ νομίσαντες οὐκ ἀξιόχρεως σφᾶς αὐτοὺς εἶναι πρὸς ναυμαχίαν, καθωρμίσθησαν πρός τι πολισμάτιον τῶν ὑπʼ αὐτοὺς ταττομένων, ἀλίμενον μέν, σάλους δʼ ἔχον καὶ προβολὰς περικλειούσας ἐκ τῆς γῆς εὐφυεῖς.