τῷ δʼ ἑκατέρων πάρισα τὰ μέρη γενέσθαι κατὰ τὸν ἐξ ἀρχῆς χειρισμὸν ἐφάμιλλον εἶναι συνέβαινε καὶ τὸν κίνδυνον.οὐ μὴν ἀλλὰ τὸ κατὰ λόγον ἐν ἑκάστοις ἐπετελεῖτο περὶ τὴν μάχην, ὅπερ εἰκὸς ὅταν ᾖ παραπλήσια πάντα τὰ τῶν ἀγωνιζομένων.οἱ γὰρ πρῶτοι κινδυνεύσαντες πρῶτοι καὶ διεκρίθησαν· τέλος γὰρ ἐκβιασθέντες οἱ περὶ τὸν Ἀμίλκαν εἰς φυγὴν ὥρμησαν.ὁ μὲν οὖν Λεύκιος ἀνεδεῖτο τὰς αἰχμαλώτους ναῦς· ὁ δὲ Μάρκος συνορῶν τὸν περὶ τοὺς τριαρίους καὶ τὰς ἱππηγοὺς ἀγῶνα κατὰ σπουδὴν ἐβοήθει τούτοις, ἔχων τοῦ δευτέρου στόλου τὰς ἀκεραίους ναῦς.συνάψαντος δὲ καὶ προσμίξαντος αὐτοῦ τοῖς περὶ τὸν Ἄννωνα, ταχέως ἀναθαρρήσαντες οἱ τριάριοι, καίπερ ἤδη κακῶς ἀπαλλάττοντες, πάλιν ἐπερρώσθησαν πρὸς τὸν κίνδυνον.οἱ δὲ Καρχηδόνιοι, τῶν μὲν κατὰ πρόσωπον αὐτοῖς προσμαχομένων, τῶν δὲ κατὰ νώτου προσπιπτόντων, δυσχρηστούμενοι καὶ παραδόξως ὑπὸ τῶν βοηθησάντων κυκλούμενοι, κλίναντες πελαγίαν ἐποιοῦντο τὴν ὑποχώρησιν.κατὰ δὲ τὸν αὐτὸν καιρὸν ὅ τε Λεύκιος ἐπαναπλέων ἤδη καὶ θεωρῶν συγκεκλεισμένον πρὸς τῇ γῇ τὸν τρίτον στόλον ὑπὸ τοῦ τῶν Καρχηδονίων εὐωνύμου κέρατος, ὅ τε Μάρκος ἐν ἀσφαλεῖ καταλιπὼν τὰς ἱππηγοὺς καὶ τοὺς τριαρίους ὥρμησαν ἀμφότεροι βοηθεῖν τοῖς κινδυνεύουσι.παραπλήσιον γὰρ ἦν ἤδη τὸ γινόμενον πολιορκίᾳ· καὶ πάντες ἂν ἀπολώλεισαν οὗτοί γε προφανῶς, εἰ μὴ δεδιότες τοὺς κόρακας οἱ Καρχηδόνιοι περιφράξαντες μὲν αὐτοὺς πρὸς τῇ γῇ συνεῖχον, πρὸς δὲ τὰς ἐμβολὰς διὰ τὴν συμπλοκὴν εὐλαβῶς ἔχοντες οὐ προσῄεσαν.ταχέως δʼ ἐπιγενόμενοι καὶ κυκλώσαντες οἱ στρατηγοὶ τοὺς Καρχηδονίους αὐτάνδρους μὲν ἔλαβον πεντήκοντα ναῦς τῶν πολεμίων, ὀλίγαι δέ τινες παρὰ τὴν γῆν ἐξελίξασαι διέφυγον.ὁ μὲν οὖν κατὰ μέρος κίνδυνος τοιαύτην ἔσχε τὴν διάθεσιν, τὸ δὲ τέλος τῆς συμπάσης ναυμαχίας ἐγένετο κατὰ τοὺς Ῥωμαίους.διεφθάρη δὲ τούτων μὲν εἴκοσι καὶ τέτταρα σκάφη, τῶν δὲ Καρχηδονίων ὑπὲρ τριάκοντα. ναῦς δὲ τῶν μὲν Ῥωμαίων αὔτανδρος οὐδεμία τοῖς πολεμίοις ἐγένεθʼ ὑποχείριος, τῶν δὲ Καρχηδονίων ἑξήκοντα καὶ τέτταρες.μετὰ δὲ ταῦτα πάλιν οἱ Ῥωμαῖοι προσεπισιτισάμενοι καὶ τὰς αἰχμαλώτους ναῦς καταρτίσαντες, ἔτι δὲ τὴν ἁρμόζουσαν τοῖς προτερήμασιν ἐπιμέλειαν ποιησάμενοι τῶν πληρωμάτων ἀνήγοντο ποιούμενοι τὸν πλοῦν ὡς ἐπὶ τὴν Λιβύην.προσσχόντες δὲ ταῖς πρώταις πλεούσαις ναυσὶν ὑπὸ τὴν ἄκραν τὴν Ἑρμαίαν ἐπονομαζομένην, ἣ πρὸ παντὸς τοῦ περὶ τὴν Καρχηδόνα κόλπου κειμένη προτείνει πελάγιος ὡς πρὸς τὴν Σικελίαν, καὶ προσδεξάμενοι τὰς ἐπιπλεούσας ἐνταῦθα ναῦς καὶ πάντα συναθροίσαντες τὸν στόλον ἔπλεον παρὰ τὴν χώραν, ἕως ἐπὶ τὴν Ἀσπίδα καλουμένην πόλιν ἀφίκοντο.ποιησάμενοι δὲ τὴν ἀπόβασιν ἐνταῦθα καὶ νεωλκήσαντες, ἔτι δὲ τάφρῳ καὶ χάρακι περιλαβόντες τὰς ναῦς ἐγίνοντο πρὸς τὸ πολιορκεῖν αὐτήν, οὐ βουλομένων ἑκουσίως σφίσι προσχωρῆσαι τῶν κατεχόντων τὴν πόλιν.οἱ δὲ διαφυγόντες ἐκ τοῦ κατὰ τὴν ναυμαχίαν κινδύνου τῶν Καρχηδονίων καταπλεύσαντες καὶ πεπεισμένοι τοὺς ὑπεναντίους ἐκ τοῦ γεγονότος προτερήματος ἐπαρθέντας εὐθέως ποιήσεσθαι τὸν ἐπίπλουν ἐπʼ αὐτὴν τὴν Καρχηδόνα, παρετήρουν ταῖς πεζικαῖς καὶ ναυτικαῖς δυνάμεσι τοὺς προκειμένους τῆς πόλεως τόπους.ἐπιγνόντες δὲ τοὺς Ῥωμαίους ἀσφαλῶς ἀποβεβηκότας καὶ πολιορκοῦντας τὴν Ἀσπίδα, τοῦ μὲν παραφυλάττειν τὸν ἐπίπλουν ἀπέγνωσαν, συνήθροιζον δὲ τὰς δυνάμεις καὶ περὶ φυλακὴν ἐγίνοντο τῆς τε πόλεως καὶ τῆς χώρας.οἱ δὲ Ῥωμαῖοι κυριεύσαντες τῆς Ἀσπίδος καὶ φυλακὴν ἀπολιπόντες τῆς πόλεως καὶ χώρας, ἔτι δὲ πρεσβευτὰς εἰς τὴν Ῥώμην πέμψαντες τοὺς ἀπαγγελοῦντας μὲν περὶ τῶν γεγονότων, ἐρησομένους δὲ περὶ τῶν μελλόντων τί δεῖ ποιεῖν καὶ πῶς χρῆσθαι τοῖς πράγμασιν, μετὰ δὲ ταῦτα πάσῃ τῇ δυνάμει κατὰ σπουδὴν ἀναζεύξαντες ὥρμησαν ἐπὶ τὸ πορθεῖν τὴν χώραν.οὐδενὸς δʼ ἐμποδὼν ἱσταμένου, πολλὰς μὲν οἰκήσεις περιττῶς κατεσκευασμένας διέφθειραν, πολὺ δὲ πλῆθος τῆς τετραπόδου λείας περιεβάλοντο· σώματα δὲ πλείω τῶν δισμυρίων ἐπὶ τὰς ναῦς ἀνήγαγον.ἐν δὲ τούτῳ τῷ καιρῷ παρῆσαν ἐκ τῆς Ῥώμης οἱ διασαφοῦντες ὅτι δεῖ τὸν μὲν ἕνα τῶν στρατηγῶν μένειν ἔχοντα δυνάμεις τὰς ἀρκούσας, τὸν δʼ ἕτερον ἀποκομίζειν εἰς τὴν Ῥώμην τὸν στόλον.ὁ μὲν οὖν Μάρκος ἔμενεν, ὑπολειπόμενος ναῦς τετταράκοντα καὶ πεζοὺς μυρίους καὶ πεντακισχιλίους, ἱππεῖς δὲ πεντακοσίους·ὁ δὲ Λεύκιος ἀναλαβὼν τὰ πληρώματα καὶ τὸ τῶν αἰχμαλώτων πλῆθος καὶ κομισθεὶς παρὰ τὴν Σικελίαν ἀσφαλῶς ἧκεν εἰς τὴν Ῥώμην.οἱ δὲ Καρχηδόνιοι θεωροῦντες τὴν τῶν πολεμίων παρασκευὴν χρονιωτέραν οὖσαν, πρῶτον μὲν στρατηγοὺς ἑαυτῶν εἵλοντο δύο, τόν τʼ Ἄννωνος Ἀσδρούβαν καὶ Βώσταρον, μετὰ δὲ ταῦτα πρὸς τὸν Ἀμίλκαν ἔπεμπον εἰς τὴν Ἡράκλειαν, καλοῦντες κατὰ τάχος αὐτόν.ὁ δʼ ἀναλαβὼν ἱππεῖς πεντακοσίους καὶ πεζοὺς πεντακισχιλίους παρῆν εἰς τὴν Καρχηδόνα· καὶ κατασταθεὶς στρατηγὸς τρίτος ἐβουλεύετο μετὰ τῶν περὶ τὸν Ἀσδρούβαν πῶς δεῖ χρῆσθαι τοῖς παροῦσιν.