δεδιότες μὴ οὐκ ἀποκτείνωσιν ἐν τῷ δικαστηρίῳ, πείθουσι Νικόμαχον νόμον ἀποδεῖξαι ὡς χρὴ καὶ τὴν βουλὴν συνδικάζειν. καὶ ὁ πάντων οὗτος πονηρότατος οὕτως φανερῶς συνεστασίασεν, ὥστε τῇ ἡμέρᾳ ᾗ ἡ κρίσις ἐγένετο ἀποδεῖξαι τὸν νόμον.