καὶ μὲν δὴ βουλεύειν γε δοκιμασθεὶς πεντακοσιοστὸς ὢν μετὰ τῶν ἄλλων ἐνιαυτὸν ἂν μόνον ἐβούλευσεν, ὥστε καὶ εἴ τι ἐν τούτῳ τῷ χρόνῳ ἐξαμαρτάνειν ἐβούλετο, ῥᾳδίως ἂν ὑπὸ τῶν ἄλλων ἐκωλύετο, ταύτης δὲ τῆς ἀρχῆς ἀξιούμενος αὐτὸς καθʼ αὑτὸν ἄρξει, καὶ μετὰ τῆς ἐν Ἀρείῳ πάγῳ βουλῆς τὸν ἅπαντα χρόνον τῶν μεγίστων κύριος γενήσεται.