πῶς οὖν οὐ χρὴ χάριν παρʼ ὑμῶν ἀπολαμβάνειν, εἰ τοιοῦτοί ἐσμεν; ἀλλʼ ὧν μὲν ὁ πατὴρ διαβέβληται εἰς ὑμᾶς, δικαίως τούτων δεῖ ἡμᾶς ἕνεκα ἀπολέσθαι, διʼ ὧν δὲ πρόθυμοι εἰς τὴν πόλιν γεγενήμεθα, μηδεμίαν ὠφέλειαν γενέσθαι; ἀλλʼ οὐ δίκαιον. ἀλλʼ εἰ διὰ τὴν τούτου διαβολὴν δεῖ ἡμᾶς τι πάσχειν, δίκαιοί ἐσμεν διὰ τὴν ἡμετέραν προθυμίαν τοῦτόν τε σῶσαι καὶ ἡμᾶς.