νῦν τοίνυν εἰ δημεύσαιτε τὰ τοῦ Τιμοθέου, —— ὃ μὴ γένοιτο, εἰ μή τι μέλλει μέγα ἀγαθὸν ἔσεσθαι τῇ πόλει, —— ἐλάττω δὲ ἐξ αὐτῶν λάβοιτʼ ἢ ἃ ἐκ τῶν Ἀριστοφάνους γεγένηται, τούτου ἕνεκα ἠξιοῦτε ἂν τοὺς ἀναγκαίους τοὺς ἐκείνου τὰ σφέτερʼ αὐτῶν ἀπολέσαι; ἀλλʼ οὐκ εἰκός, ὦ ἄνδρες δικασταί· ὁ γὰρ Κόνωνος θάνατος καὶ αἱ διαθῆκαι,