ἔτι δὲ φαίνονται οὐδὲν πώποτε διενεχθέντες, ὥστʼ εἰκὸς καὶ περὶ τῶν χρημάτων ταὐτὰ γνῶναι, ἱκανὰ μὲν ἐνθάδε τῷ ὑεῖ ἑκάτερον καταλιπεῖν, τὰ δὲ ἄλλα παρʼ αὑτοῖς ἔχειν· ἦν γὰρ Κόνωνι μὲν ὑὸς ἐν Κύπρῳ καὶ γυνή, Νικοφήμῳ δὲ γυνὴ καὶ θυγάτηρ, ἡγοῦντο δὲ καὶ τὰ ἐκεῖ ὁμοίως σφίσιν εἶναι σᾶ ὥσπερ καὶ τὰ ἐνθάδε.