ἴσως ἐνίοις ὑμῶν, ὦ ἄνδρες δικασταί, δοκεῖ ὀλίγα εἶναι· ἀλλʼ ἐκεῖνο ἐνθυμεῖσθε, ὅτι αὐτῷ πρὶν Νικοφήμῳ ἢ καὶ Ἀριστοφάνει πρὶν τὴν ναυμαχίαν νικῆσαι Κόνωνα γῆ μὲν οὐκ ἦν ἀλλʼ ἢ χωρίδιον μικρὸν Ῥαμνοῦντι. ἐγένετο δʼ ἡ ναυμαχία ἐπʼ Εὐβουλίδου ἄρχοντος.