τίνα γὰρ οἴεσθε, ὦ ἄνδρες δικασταί, φιλότιμον μὲν ὄντα, ἐπιστολῶν δʼ αὐτῷ ἡκουσῶν παρὰ τοῦ πατρὸς μηδενὸς ἀπορήσειν ἐν Κύπρῳ, ᾑρημένον δὲ πρεσβευτὴν καὶ μέλλοντα πλεῖν ὡς Εὐαγόραν, ὑπολιπέσθαι ἄν τι τῶν ὄντων, ἀλλʼ οὐχ ἃ ἦν δυνατὸς πάντα παρασχόντα χαρίσασθαι ἐκείνῳ τε καὶ κομίσασθαι μὴ ἐλάττω; ὡς τοίνυν ταῦτʼ ἐστὶν ἀληθῆ, κάλει μοι Εὔνομον. κάλει μοι καὶ τοὺς ἄλλους μάρτυρας.