εἰ μὲν οὖν οὗτος μὲν ἐν ἄστει ἡμεῖς δʼ ἐν Πειραιεῖ ἦμεν, εἶχον ἄν τινα λόγον αὐτῷ αἱ συνθῆκαι· νῦν δὲ καὶ οὗτος ἐν Πειραιεῖ ἦν καὶ ἐγὼ καὶ Διονύσιος καὶ οὗτοι ἅπαντες οἱ τοῦτον τιμωρούμενοι, ὥστε οὔκ εἰσιν ἡμῖν ἐμποδὼν οὐδέν· οὐδένα γὰρ ὅρκον οἱ ἐν Πειραιεῖ τοῖς ἐν Πειραιεῖ ὤμοσαν.