πρῶτον μὲν γὰρ τὰ ψηφίσματα αὐτοῦ τὰ ἐκ τῆς βουλῆς καὶ τὸ τοῦ δήμου καταμαρτυρεῖ, διαρρήδην ἀγορεύοντα περὶ ὧν Ἀγόρατος κατείρηκεν. ἔπειτα ἡ κρίσις, ἣν ἐκρίθη ἐπὶ τῶν τριάκοντα καὶ ἀφείθη, διαρρήδην λέγει, διότι φησίν ἔδοξε τἀληθῆ εἰσαγγεῖλαι. καί μοι ἀνάγνωθι.