προσταχθέντα ἐποιεῖτε· νυνὶ μὲν γὰρ οὐδεὶς ὑμᾶς ἀναγκάζει παρὰ τὴν ὑμετέραν γνώμην ψηφίζεσθαι. ὥστε συμβουλεύω μὴ τούτων ἀποψηφισαμένους ὑμῶν αὐτῶν καταψηφίσασθαι. μηδʼ οἴεσθε κρύβδην τὴν ψῆφον εἶναι φανερὰν γὰρ τῇ πόλει τὴν ὑμετέραν γνώμην ποιήσετε.