πολὺ γὰρ ἂν ἔργον εἴη τῷ νομοθέτῃ πάντα γράφειν τὰ ὀνόματα, ὅσα τὴν αὐτὴν δύναμιν ἔχει· ἀλλὰ περὶ ἑνὸς εἰπὼν περὶ πάντων ἐδήλωσεν. οὐ γὰρ δήπου ἐὰν μέν τις πατραλοίαν ἢ μητραλοίαν καλῇ σε, ὑπόδικός ἐστιν, ἐὰν δέ τις τὴν τεκοῦσαν ἢ τὸν φυτεύσαντα τύπτειν φῇ, ἀζήμιος ἔσται.