γνώριμος δὲ γενόμενος διὰ τῆς ἐκείνου δυναστείας οὔτʼ ἐχθρὸν ἐτιμωρησάμην οὔτε φίλον ηὐεργέτησα· ζῶντος μὲν γὰρ διὰ τὴν ἀνάγκῃ διὰ τὴν ἡλικίαν ἐσχόλαζον, ἐκλιπόντος δὲ τὸν βίον οὔτε λόγῳ οὔτε ἔργῳ ἔβλαψα οὐδένα τῶν κατηγορούντων, ἔχω δὲ καὶ τοιαῦτα εἰπεῖν, ἐξ ὧν ὠφελοίμην ἂν πολὺ δικαιότερον ὑπὸ τῶν ἀντιδίκων ἢ κακῶς πάσχοιμι.