νῦν δʼ οὕτως αὐτὰς περὶ πολλοῦ ποιοῦμαι ὥσπερ καὶ τὴν πατρίδα καὶ τὴν ἄλλην οὐσίαν, ἡγούμενος περὶ ἀμφοτέρων τούτων εἶναί μοι τὸν κίνδυνον. αὐτοὺς τοίνυν ὑμᾶς τούτων μάρτυρας παρέξομαι, ἐπιμελουμένους μὲν ἑκάστου μηνός, ἐπιγνώμονας δὲ πέμποντας καθʼ ἕκαστον ἐνιαυτόν· ὧν οὐδεὶς πώποτʼ ἐζημίωσέ μʼ ὡς ἐργαζόμενον τὰ περὶ τὰς μορίας χωρία.