οὐ γὰρ ἂν οὕτως ἤλθομεν, ἀδήλου ὄντος εἰ παρὰ τούτῳ εὑρήσομεν ὄστρακον ἢ ὅτῳ αὐτὸν ἀποκτενοῦμεν, ἀλλʼ οἴκοθεν ἔχοντες ἂν ἐβαδίζομεν. νῦν δὲ ὁμολογούμεθα πρὸς παῖδας καὶ αὐλητρίδας καὶ μετʼ οἴνου ἐλθόντες. ὥστε πῶς ταῦτʼ ἐστὶ πρόνοια; ἐγὼ μὲν γὰρ οἶμαι οὐδαμῶς.