καὶ οὐ λήσει οὐδένʼ ὅτι ταύτης ἔγωγʼ ἄνισον εἶχον βασανισθείσης, ἀλλʼ ἀπεκινδύνευον τοῦτο· πολὺ γὰρ περὶ πλείονος τοῦτον ἢ ἐμὲ φαίνεται ποιησαμένη, καὶ μετὰ μὲν τούτου ἐμὲ ἠδικηκυῖα, μετʼ ἐμοῦ δʼ οὐδεπώποτε εἰς τοῦτον ἐξαμαρτοῦσα. ἀλλʼ ὅμως ἐγὼ μὲν εἰς ταύτην κατέφυγον, οὗτος δὲ οὐκ ἐπίστευσεν αὐτῇ.