οὐ τοίνυν ταῦτα εἰκότα μέν, ἄλλως δὲ περὶ αὐτῶν πέπρακται, ἀλλὰ καταλαβόντες τὸ μειράκιον ἐκ τῆς ὁδοῦ ἦγον βίᾳ, ἐντυχὼν δʼ ἐγὼ τούτων μὲν οὐχ ἡπτόμην, τοῦ μειρακίου δʼ ἐπελαμβανόμην· οὗτοι δὲ ἐκεῖνόν τε ἦγον βίᾳ καὶ ἐμὲ ἔτυπτον. καὶ ταῦθʼ ὑμῖν ὑπὸ τῶν παραγενομένων μεμαρτύρηται. ὥστε δεινὸν εἰ περὶ τούτων ἐγὼ δόξω προνοηθῆναι, περὶ ὧν οὗτοι τυγχάνουσιν οὕτω δεινὰ καὶ παράνομα πεποιηκότες.