οὗτος δὲ τοιοῦτον οὐδὲν πώποτε φαίνεται ποιήσας, ὑβρίζων δὲ καὶ τύπτων ἅμʼ ἀμφοτέρους ἡμᾶς καὶ κωμάζων καὶ τὰς θύρας ἐκβάλλων καὶ νύκτωρ εἰσιὼν ἐπὶ γυναῖκας ἐλευθέρας. ἃ χρὴ μάλιστα, ὦ βουλή, τεκμήρια νομίζειν ὅτι ψεύδεται πρὸς ὑμᾶς.