τοῦ Σαμίου πόνος εἰμὶ δόμῳ ποτὲ θεῖον ἀοιδὸνδεξαμένου, κλείω δʼ Εὔρυτον, ὅσσʼ ἔπαθεν,καὶ ξανθὴν Ἰόλειαν, Ὁμήρειον δὲ καλεῦμαιγράμμα· Κρεωφύλῳ, Ζεῦ φίλε, τοῦτο μέγα.