κόγχος ἐγώ, Ζεφυρῖτι, παλαίτερος ἀλλὰ σὺ νῦν με,Κύπρι, Σεληναίης ἄνθεμα πρῶτον ἔχεις,ναυτίλος ὃς πελάγεσσιν ἐπέπλεον, εἰ μὲν ἀῆται,τείνας οἰκείων λαῖφος ἀπὸ προτόνων,εἰ δὲ Γαληναίη, λιπαρὴ θεός, οὖλος ἐρέσσων,ποσσί νί??ν , ὥστʼ ἔργῳ τοὔνομα συμφέρεται,ἔστʼ ἔπεσον παρὰ θῖνας Ἰουλίδας, ὄφρα γένωμαισοὶ τὸ περίσκεπτον παίγνιον, Ἀρσινόη,μηδέ μοι ἐν θαλάμῃσιν ἔθʼ ὡς πάρος, εἰμί γὰρ ἄπνους,τίκτηται νοτερῆς ὤεον ἁλκυόνης.Κλεινίου ἀλλὰ θυγατρὶ δίδου χάριν. οἶδε γὰρ ἐσθλὰῥέζειν καὶ Σμύρνης ἐστὶν ἀπʼ Αἰολίδος.