ὡς ἀγαθὰν Πολύφαμος ἀνεύρετο τὰν ἐπαοιδὰντὠραμένῳ· ναὶ Γᾶν, οὐκ ἀμαθὴς ὁ Κύκλωψ·αἱ Μοῦσαι τὸν ἔρωτα κατισχναίνοντι, Φίλιππε·ἦ πανακὲς πάντων φάρμακον ἁ σοφία.τοῦτο, δοκέω, χἀ λιμὸς ἔχει μόνον ἐς τὰ πονηρὰτὠγαθόν· ἐκκόπτει τὰν φιλόπαιδα νόσον.ἔσθʼ ἁμῖν χἄκαστά σʼ ἀφειδέα ποττὸν Ἔρωτα·τουτί, παῖ, κείρευ τὰ πτερὰ παιδάριον,οὐδʼ ὅσον ἀττάραγόν τυ δεδοίκαμες· αἱ γὰρ ἐπῳδαὶοἴκοι τῶ χαλεπῶ τραύματος ἀμφότεραι.