ἔστι τι ναὶ τὸν Πᾶνα κεκρυμμένον, ἔστι τι ταύτῃναὶ μὰ Διώνυσον πῦρ ὑπὸ τῇ σποδιῇ·οὐ θαρσέω· μὴ δή με περίπλεκε. πολλάκι λήθειτοῖχον ὑποτρώγων ἡσύχιος ποταμός·τῶ καὶ νῦν δείδοικα, Μενέξενε, μή με παρεισδὺςοὗτος ὁ σιγέρπης εἰς τὸν ἔρωτα βάλῃ.