εἰ μὲν ἑκών, Ἀρχῖνʼ, ἐπεκώμασα, μυρία μέμφου,εἰ δʼ ἄκων ἥκω, τὴν προπέτειαν ἔα.ἄκρητος καὶ Ἔρως μʼ ἠνάγκασαν, ὧν ὁ μὲν αὐτῶνεἷλκεν, ὁ δʼ οὐκ εἴα τὴν προπέτειαν ἐᾶν.ἐλθὼν δʼ οὐκ ἐβόησα, τίς ἢ τίνος, ἀλλʼ ἐφίλησατὴν φλιήν· εἰ τοῦτʼ ἔστʼ ἀδίκημʼ, ἀδικέω.