ἥμισύ μευ ψυχῆς ἔτι τὸ πνέον, ἥμισυ δʼ οὐκ οἶδʼεἴτʼ Ἔρος εἴτʼ Ἀίδης ἥρπασε, πλὴν ἀφανές.ἦ ῥά τινʼ ἐς παίδων πάλιν ᾤιχετο; καὶ μὲν ἀπεῖπονπολλάκι τὴν δρῆστιν μὴ ὑποδέχεσθε νέοι.οὖ τις συνδιφήσον· ἐκεῖσε γὰρ ἡ λιθόλευστοςκείνη καὶ δύσερως οἶδʼ ὅτι που στρέφεται.