Ἱερέη Δήμητρος ἐγώ ποτε καὶ πάλιν Καβείρων,ὦνερ, καὶ μετέπειτα Δινδυμήνηςἡ γρῆυς γενόμην, ἡ νῦν κόνις, ἡ ʼν [ὄτλοις Ἐλευθοῦς]πολλῶν προστασίη νέων γυναικῶν.καί μοι τέκνʼ ἐγένοντο δύʼ ἄρσενα, κἠπέμυσʼ ἐκείνωνεὐγήρως ἐνὶ χερσίν· ἕρπε χαίρων.