Οἶδʼ ὅτι μοι πλούτου κενεαὶ κενεαὶ χέρες, ἀλλά, Μένιππε,μὴ λέγε πρὸς Χαρίτων τοὐμὸν ὄνειρον ἐμοί.ἀλγέω τήν διὰ παντὸς ἔπος τόδε πικρὸν ἀκούων·ναὶ φίλε, τῶν παρὰ σοῦ τοῦτʼ ἀνεραστότατον.