Θεσσαλικὲ Κλεόνικε, τάλαν, τάλαν, οὐ μὰ τὸν ὀξὺνἥλιον, οὐκ ἔγνων· σχέτλιε, ποῦ γέγονας;ὀστέα σοὶ καὶ μοῦνον ἔτι τρίχες· ἦ ῥά σε δαίμωνοὑμὸς ἔχει, χαλεπῇ δʼ ἤντεο θευμορίῃ;ἔγνων· Εὐξίθεός σε συνήρπασε, καὶ σὺ γὰρ ἐλθὼντὸν καλόν, ὦ μοχθήρʼ, ἔβλεπες ἀμφοτέροις.